# Quaestiones evangelicae ad Stephanum 3-6

Eusebius, Quaestiones evangelicae ad Stephanum, ΙΓʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/quaestiones-evangelicae-ad-stephanum/3-6

Περὶ δὲ τοῦ δύο γεγονέναι Ἰωακεὶμ, μαρτυρήσει ἡ τῶν Βασιλειῶν Γραφὴ, τοῦτον ἔχουσα τὸν τρόπον· «Καὶ ἐβασίλευσε Φαραὼ Νεχαὼ ἐπὶ τὸν Ἰσραὴλ τὸν Ἐλιακεὶμ υἱὸν Ἰωσία βασιλέως Ἰούδα, ἀντὶ Ἰωσία τοῦ πατρὸς αὐτοῦ· καὶ ἐπέστρεψε τὸ ὄνομα αὐτοῦ Ἰωακείμ.» Οἷς ἑξῆς ἐπιλέγει· «Υἱὸς εἰκοσιπέντε ἐτῶν Ἰωακεὶμ ἐν τῷ βασιλεύειν αὐτόν· καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ·» οἷς μεθ' ἕτερα ἐπιλέγει· «Καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωακεὶμ, καὶ πάντα ὅσα ἐποίησεν, οὐκ ἰδοὺ γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; καὶ ἐκοιμήθη Ἰωακεὶμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν Ἰωακεὶμ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ· υἱὸς ὀκτὼ καὶ δέκα ἐτῶν Ἰωακεὶμ ἐν τῷ βασιλεύειν αὐτόν· καὶ τρίμηνον ἐβασίλευσεν ἐν Ἱερουσαλήμ· καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἐσθά· καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα ὅσα ἐποίησεν ὁ πατὴρ αὐτοῦ. Ἐν τῷ καιρῷ ἐκείνῳ ἀνέβη Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς Ἱερουσαλήμ· καὶ ἦλθεν ἡ πόλις ἐν περιοχῇ· καὶ εἰσῆλθεν ὁ βασιλεὺς Βαβυλῶνος ἐν τῇ πόλει, καὶ οἱ παῖδες αὐτοῦ. ἐπολιόρκουν αὐτήν· καὶ ἐξῆλθεν Ἰωακεὶμ βασιλεὺς Ἰούδα ἐπὶ βασιλέα Βαβυλῶνος, αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ, καὶ ἡ μήτηρ, καὶ εὐνοῦχοι αὐτοῦ· καὶ τοὺς ἰσχυροὺς τῆς γῆς ἀπήγαγεν ἀποικεσίαν ἐξ Ἱερουσαλὴμ εἰς Βαβυλῶνα.» Οὗτος δὴ οὖν ὁ δεύτερος Ἰωακεὶμ εἰς Βαβυλῶνα ἀπαχθεὶς, οὗτος ἦν αὐτὸς ὁ πρὸς τοῦ Ἱερεμίου Ἰεχονίας ὠνομασμένος, ἔκγονος τυγχάνων τοῦ Ἰωσία, ἀλλ' οὐχ υἱός· διὸ εἰκότως ἂν συναριθμοῖτο ἐν τῇ τρίτῃ γενεαλογίᾳ τῶν ἀπὸ Ἰεχονία μέχρι τοῦ Χριστοῦ γενεῶν δεκατεσσάρων· τοῦ πατρὸς αὐτοῦ, ὃς ἦν τοῦ Ἰωσία παῖς, σὺν τῷ πατρὶ ἐν ταῖς ἀνωτέρω γενεαῖς καταριθμουμένου· καὶ οὕτως ἡμῖν καὶ ὁ τῶν ὑστάτων δεκατεσσάρων γενεῶν ἀριθμὸς συνίσταται πλήρης.

---

Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Stephanum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg028.local001/.
