# Quaestiones evangelicae ad Stephanum 3-7

Eusebius, Quaestiones evangelicae ad Stephanum, ΙΕʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/quaestiones-evangelicae-ad-stephanum/3-7

Ταῦτα πάντα κατὰ τὸ αὐτὸ συνάγει τὸ Πνεῦμα, μονονουχὶ βουλόμενον ἡμᾶς διδάξαι, ὅτι οὐ περὶ τῆς βασιλείας τῆς αἰσθητῆς, οὐδὲ περὶ τοῦ θρόνου τοῦ σωματικώτερον νοουμένου αἱ πρὸς Δαβὶδ ἦσαν ἐπαγγελίαι· αἱ μὲν γὰρ περί τινος αἰωνίου θρόνου, ἀπεικαζομένου ἡλίῳ καὶ οὐρανῷ, διαμένοντός τε εἰς αἰῶνα, προεθέσπιζον· ἡ δέ γε τοῦ Δαβὶδ βασιλεία ἡ αἰσθητὴ, χρόνῳ λέλυτο οὐκ εἰς μακρόν· εἰκότως τοιγαροῦν τοῦ θρόνου τῆς αἰσθητῆς βασιλείας Δαβὶδ τὴν καθαίρεσιν ὑπογράψας, καὶ εἰπὼν, τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέῤῥηξας, περὶ τοῦ διὰ τῶν θείων χρησμῶν ἐπηγγελμένου αἰωνίου καὶ οὐρανίου θρόνου ἑξῆς τὴν εὐχὴν ποιεῖται λέγων· «Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἂ ὤμοσας τῷ Δαβὶδ ἐν τῇ ἀληθείᾳ σου;» μονονουχὶ τὰς ἐκβάσεις τῶν μεθ' ὅρκου διαβεβαιώσεως ἐπηγγελμένων αὐτῷ τέλους τυχεῖν ἀξιῶν.

---

Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Stephanum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg028.local001/.
