# Quaestiones evangelicae ad Stephanum 3-8

Eusebius, Quaestiones evangelicae ad Stephanum, Ιϛʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/quaestiones-evangelicae-ad-stephanum/3-8

Ὅτι δὲ μὴ εἷς ἦν ὁ παρ' ἀμφοτέροις τοῖς εὐαγγελισταῖς χρόνος, καὶ ἄλλως ἐστὶ συλλογίσασθαι. Λουκᾶς φησι μὴ εὐπορῆσαι αὐτοὺς καταγωγίου ἐν τῇ Βηθλεέμ· διὸ καὶ τεκοῦσαν ἀνακλῖναι τὸ παιδίον ἐν φάτνῃ, διὰ τὸ μὴ εἶναι τόπον ἐν τῷ καταλύματι, ὡς εἰκὸς, τῆς ἀπογραφῆς ἕνεκεν πάντων πανταχόθεν τῶν ἐξ οἴκου καὶ πατριᾶς Δαβὶδ συντρεχόντων εἰς τὴν εἰρημένην πόλιν, διά τε τὸ πλῆθος τῶν ἐπιξενουμένων αὐτόθι μὴ εὐπορούντων καταλύματος· ὁ δὲ Ματθαῖος «Ἀκούσαντες, φησὶν, οἱ Μάγοι τοῦ βασιλέως Ἡρώδου, ἐπορεύθησαν εἰς Βηθλεέμ· καὶ ἰδοὺ ὁ ἀστὴρ ὃν εἶδον ἐν τῇ Ἀνατολῇ προῆγεν αὐτοὺς, ἕως οὗ ἦν τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ· καὶ πεσόντες προσεκύνησαν αὐτῷ.» Ἀλλ' οὐκ ἐν φάτνῃ κείμενον οὗτοι καταλαμβάνουσι τὸ παιδίον ὁμοίως τοῖς ποιμέσιν, ἀλλ' ἔνδον ἐν οἰκίᾳ μετὰ τῆς μητρὸς αὐτὸ θεωροῦσι· καίτοι Λουκᾶς ἔφησε μὴ εἶναι τόπον αὐτοῖς ἐν τῷ καταλύματι· πῶς οὖν ὁ Ματθαῖος οἰκίαν αὐτοῖς ἀφορίζει; Ἀλλ' ἐπεὶ Λουκᾶς τὸν καιρὸν ἱστορεῖ τῆς γενέσεως, οὗτος δ' ἦν ὁ τῆς ἀπογραφῆς, καθ' ὂν πανδημεὶ συνέτρεχον οἱ τῷ αὐτῷ γένει προσήκοντες ἐν τῇ τοῦ Δαβὶδ πόλει, ὁ δὲ Ματθαῖος τὰ μετὰ δύο ἐτῶν χρόνους ἱστορεῖ (τοσοῦτος γὰρ ἦν ὁ χρόνος ὃν Ἡρώδης παρὰ τῶν Μάγων ἠκρίβωσεν)· ὥστε σχολῆς οὔσης ἐν τῇ Βηθλεὲμ, κατὰ τὸν Ματθαῖον εὐπόρουν καταγωγίου· διὸ εἰσελθόντες οἱ Μάγοι εἰς τὴν οἰκίαν, εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ· καὶ πεσόντες προσεκύνησαν αὐτῷ· καὶ αὕτη μὲν ἡ τοῦ ζητηθέντος λύσις. Ταῦτά σοι ἐξ ἡμῶν, ἱερώτατε ἀνδρῶν καὶ φιλοπονώτατε υἱὲ Στέφανε, γνησίας ὄντα δείγματα διαθέσεως, ἀνακείσθω.

---

Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Stephanum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg028.local001/.
