# Quaestiones evangelicae ad Stephanum 3

Eusebius, Quaestiones evangelicae ad Stephanum, ΕΚΛΟΓΗ ΕΝ ΣΥΝΤΟΜῼ ΕΚ ΤΩΝ ΣΥΝΤΕΘΕΝΤΩΝ ΥΠΟ ΕΥΣΕΒΙΟΥ ΠΡΟΣ ΣΤΕΦΑΝΟΝ ΠΕΡΙ ΤΩΝ ΕΝ ΕΥΑΓΓΕΛΙΟΙΣ ΖΗΤΗΜΑΤΩΝ ΚΑΙ ΛΥΣΕΩΝ. Αʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/quaestiones-evangelicae-ad-stephanum/3

Τίνι δ' ἄρα εὑρέθη, ἀλλ' ἢ τῷ Ἰωσήφ; πῶς δὲ καὶ τίνα τρόπον εὕρηται τοῦτο τῷ Ἰωσὴφ, ὁ λόγος διδάξει φὰς, ἐκ Πνεύματος ἁγίου γνωστὸν γέγονεν οὕτω καὶ τῷ Ἰωσήφ· δίκαιος γὰρ ἦν· δίκαιος δὲ τυγχάνων, οὐ θαυμαστὸν εἰ καὶ θείου Πνεύματος ἠξίωτο πρὸς τὸ συνεῖναι μὲν τῆς μελλούσης γαμετῆς κύησιν, ἐπισχεῖν δὲ τὴν κατὰ ἄνδρα κοινωνίαν. Αὐτίκα συνεὶς καὶ καταπλαγεὶς ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν· μείζονα ἢ κατὰ τὴν σὺν αὐτῷ διατριβὴν τὰ πεπραγμένα εἶναι λογισάμενος. Καὶ τοῦτο ἄρα ἦν τὸ αἴτιον, δι' ὃ, δίκαιος ὢν, οὐκ ἔκρινε μὲν δίκαιον εἶναι δειγματίσαι αὐτὴν, ἐβουλήθη δὲ λάθρα ἀπολῦσαι αὐτήν· καὶ μὴν εἰ μὴ ἐξ ἁγίου Πνεύματος πέπειστο αὐτὴν συνειληφέναι, ἀκριβῶς εἰδὼς ὅτι μηδὲ ἐξ αὐτοῦ τὸ κατὰ γαστρὸς ἔφερε, τί δῆτα δίκαιος ὢν ὁ ἀνὴρ, οὐκ εἰς πάντας ἐξάγων τὴν διαφθαρεῖσαν πρὸ γάμου τὴν ὥραν, τοῖς τὰ τοιαῦτα κρίνειν παρεδίδου δράσασαν δειγματίσαι; πῶς δὲ δίκαιος ὁ τὴν παράνομον πρᾶξιν ἐπισκιάζειν καὶ ἐπικρύπτειν προθυμούμενος; ἀλλ' οὐκ εἰκὸς τὸν εὐαγγελιστὴν δίκαιον αὐτὸν ἐπὶ τούτοις φάναι, ἀλλὰ γὰρ συναισθόμενον διὰ ἁγίου Πνεύματος τὴν θειοτέραν τῆς Παρθένου γεγονέναι κύησιν, καὶ κρείττονα τῆς σὺν αὐτῷ διατριβῆς ἡγησάμενον εἶναι τὴν οἰκονομίαν, εἰκότως φησὶν αὐτὸν διανενοῆσθαι λάθρα ἀπολῦσαι αὐτὴν μὴ δειγματισθεῖσαν ὑπ' αὐτοῦ, μηδὲ τοῖς πολλοῖς φανερὰν γενομένην· εὖ γοῦν καὶ τὸ μὴ θέλων αὐτὴν δειγματίσαι εἰρῆσθαι δοκεῖ ὑπὸ τοῦ εὐαγγελιστοῦ· οὐ γὰρ ἔφησε μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἀλλὰ μὴ δειγματίσαι θέλων· πολλῆς οὔσης ἐν τούτοις διαφορᾶς· ὡς γὰρ οὐ ταυτὸν σημαίνει τὸ γράψαι καὶ παραγράψαι, καὶ τὸ λογίσασθαι καὶ παραλογίσασθαι, καὶ ψηφίσαι καὶ παραψηφίσαι· οὕτως οὐδὲ τὸ δειγματίσαι καὶ παραδειγματίσαι· τὸ μὲν γὰρ παραδειγματίσαι, τὴν ἐπὶ κακῶς πράξαντι εἰς πάντας φανέρωσίν τε καὶ διαβολὴν ὑποβάλλει νοεῖν· τὸ δὲ δειγματίσαι, τὸ φανερὸν ἁπλῶς ποιῆσαι.

---

Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Stephanum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg028.local001/.
