# Quaestiones evangelicae ad Stephanum 4-2

Eusebius, Quaestiones evangelicae ad Stephanum, Γʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/quaestiones-evangelicae-ad-stephanum/4-2

Οἷον, ὡς ἐπὶ παραδείγματος, Παῦλος ὁ ἀπόστολος ἐχέτω μὲν κατὰ σάρκα πατέρα Ἰουδαῖον ὅντινα ὡς εἰκὸς ἄπιστον· ἐχέτω δὲ καὶ κατὰ Θεὸν, οὗ κατὰ τοὺς τρόπους ἐβίου· εἰ δὲ οὖν μέλλει τις αὐτὸν κατὰ σάρκα γενεαλογεῖν, τίνος εἰκότως ἂν ἐμνήσθη, ἢ πάντως που τοῦ κατὰ σάρκα πατρός; Εἰ δ' αὖ πάλιν ἕτερος τὴν ἐν Χριστῷ γένεσιν αὐτοῦ δηλοῦν ἐθέλοι, τίνος ἂν τὴν μνήμην θείη ἂν εἰκότως, ἢ πάντως τοῦ κατὰ Θεὸν αὐτὸν ἀναγεννήσαντος; Οὕτω καὶ τῷ Ἀβραὰμ εἴρηται· «Σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου τραφεὶς ἐν γήρᾳ καλῷ·» οὐ δήπου τοὺς κατὰ σάρκα πατέρας δηλοῦντος τοῦ λόγου, εἰ μὴ καὶ θεοσεβεῖς λέγοιντο γεγονέναι, τοὺς δὲ ἐν Θεῷ πατέρας διὰ τὴν τῆς εὐσεβείας ὁμοιοτροπίαν αἰνιττομένου· οὕτω καὶ οἱ ἐξ Ἀβραὰμ, ἀσεβεῖς ἦσαν μὲν κατὰ σάρκα οἱ υἱοὶ Ἀβραὰμ, κατὰ δὲ τὸν τρόπον, υἱοὶ Σοδόμων καὶ Γομόῤῥας· διὸ λέγεται πρὸς αὐτούς· «Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων, προσέχετε νόμον Θεοῦ, λαὸς Γομόῤῥας·» ὡς αὖ πάλιν ἐξ ὧν ἤμελλεν υἱοὶ Ἀβραὰμ γίγνεσθαι· οἱ γοῦν ἐξ ἐθνῶν εἰς τὸν Χριστὸν τοῦ Θεοῦ πεπιστευκότες, κατὰ σάρκα πατέρων ἀλλοφύλων φύντες, υἱοὶ γεγόναμεν Ἀβραὰμ, Χριστοῦ γενόμενοι παῖδες καὶ τῶν Χριστοῦ μαθητῶν· ὥστε καὶ δευτέραν ἡμᾶς ἐπιγράφεσθαι γένους διαδοχὴν πολὺ κρείττονα τῆς κατὰ σάρκα διὰ τὴν κατὰ Χριστὸν ἀναγέννησιν.

---

Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Stephanum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg028.local001/.
