# Quaestiones evangelicae ad Stephanum 4-4

Eusebius, Quaestiones evangelicae ad Stephanum, Ηʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/quaestiones-evangelicae-ad-stephanum/4-4

Οὕτως δὲ αὐτῷ εὐξαμένῳ καὶ διαβεβαιωσαμένῳ, ὅτι μὴ πρότερον ἀναβήσεται ἐπὶ κλίνης στρωμνῆς αὐτοῦ, ὅτι τε οὐκ εἰσελεύσεται εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἔτι οὐ δώσει τοῖς βλεφάροις αὑτοῦ νυσταγμὸν, ἕως οὗ εὕρῃ τὸν μέλλοντα τοῦ Κυρίου τόπον, δείκνυσιν ὁ Κύριος αὐτῷ τὴν Βηθλεέμ· διὸ μετὰ τὴν εὐχὴν συνευξάμενοι αὐτῷ ἱεροὶ ἄγγελοι Θεοῦ ἐπιλέγουσιν ἑξῆς· «Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾷ.» Ἐφραθὰ δέ ἐστιν ἡ Βηθλεὲμ, ὡς ἱστορεῖ Μωϋσῆς λέγων· «Ἀπέθανε δὲ Ῥαχὴλ, καὶ ἐτάφη ἐν ὁδῷ Ἐφραθᾶ· αὕτη ἐστὶ Βηθλεέμ.» Ἀλλὰ καὶ Μιχαίας φησὶ τὴν Ἐφραθὰ εἶναι Βηθλεὲμ, λέγων· «Καὶ σὺ, Βηθλεὲμ οἶκος τοῦ Ἐφραθᾶ, οὐδαμῶς εἶ ἐλαχίστη ἐν τοῖς ἡγεμόσιν Ἰούδα.» Εἶτα ἐπεύξατο ὁ Δαβὶδ οὐ μόνον τὸν τόπον γνῶναι τοῦ Κυρίου, ἀλλὰ καὶ τὸ σκήνωμα αὐτοῦ ὁπόθεν ἔσται· σκήνωμα δὲ τὸ σκῆνος καὶ τὸ σῶμα ὃ ἀνείληφεν ὁ τοῦ Θεοῦ Λόγος τυγχάνει· εἰκότως περὶ μὲν τοῦ τόπου προαπήγγειλαν φήσαντες· «Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾷ.» Περὶ δὲ τοῦ σκηνώματος ἑξῆς ἐπιλέγουσιν αὐτῷ· «Ὤμοσε Κύριος τῷ Δαβὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσῃ αὐτήν· ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου.» Δι' ὧν διδάσκεται ὁ Δαβὶδ ὅτι τὸ μέλλον ἔσεσθαι τοῦ Κυρίου σκήνωμα, ὁ καρπὸς ἦν ὁ ἐκ κοιλίας αὐτοῦ γενησόμενος.

---

Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Stephanum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg028.local001/.
