# Quaestiones evangelicae ad Stephanum 4-5

Eusebius, Quaestiones evangelicae ad Stephanum, ΙΕʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/quaestiones-evangelicae-ad-stephanum/4-5

Τοῦτον οὖν αὐτὸν ἐκεῖνον ὃν ὤμοσεν ὁ Θεὸς δώσειν τῷ Δαβὶδ θρόνον, τὸν ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ, καὶ τὸν ὡς ὁ ἥλιος ἐναντίον τοῦ Θεοῦ, καὶ τὸν ὡς σελήνην κατηρτισμένην εἰς τὸν αἰῶνα, παντὸς ἐπιστῆναι τοῦ ἔθνους εὐχομένου, ὁ μέγας ἄγγελος Γαβριὴλ τὴν Παρθένον εὐαγγελίζεται τῷ ἐξ αὐτῆς γεννησομένῳ δοθήσεσθαι θεσπίζων· διό φησι πρὸς αὐτήν· «Καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθήσεται· καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ.» Ἐπιφέρει δ' οὖν ἐφεξῆς καὶ λέγει· «Καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας· καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος·» σύμφωνα τοῖς ἀπὸ τῶν χρησμῶν ἑρμηνεύων· ὁ μὲν γὰρ πρὸς τὸν Δαβὶδ περὶ θρόνον βασιλείας αἰωνίου καὶ οὐρανίου προὔλεγεν, ὁ δὲ ὡσαύτως τὸν ἐκ τῆς Παρθένου γεννησόμενον λήψεσθαί φησι τὸν θρόνον Δαβὶδ, τουτέστι τὸν τῷ Δαβὶδ ἐπηγγελμένον μὲν, οὐ μὴν καὶ δεδομένον· οὗτος δ' ἦν ὁ οὐράνιος καὶ εἰς αἰῶνα διαμένων· ἦν οὖν καὶ τοῦτο συμπέρασμα μεγίστης προφητείας τῷ Δαβὶδ κεχρησμένης, προσδοκωμένης τε τῷ παντὶ λαῷ, πεπληρωμένης δὲ ἐπὶ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, κατὰ τὴν τοῦ Γαβριὴλ μαρτυρίαν φήσαντος· «Καὶ βασιλεύσει εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.» Διόπερ καὶ αὐτὸς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν πρὸς τὸν ἐρόμενον αὐτὸν, εἰ αὐτὸς εἴη ὁ τῶν Ἰουδαίων βασιλεὺς, ἀπεκρίνατο· «Ἡ βασιλεία ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου·» οὐδὲν γὰρ θνητὸν οὐδὲ ἐπίκαιρον ἐπήγετο αὐτῷ ὁ τῆς βασιλείας θρόνος· ἀλλ' ἦν ἀληθῶς καθ' ὅλης τῆς ἀνθρώπων οἰκουμένης, φωτὸς δίκην, ἐκλάμπων ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα, ψυχὰς νοερὰς καταυγάζων διὰ τῆς ἐνθέου καὶ οὐρανίου διδασκαλίας αὐτοῦ.

---

Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Stephanum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg028.local001/.
