# Quaestiones evangelicae ad Stephanum 5-3

Eusebius, Quaestiones evangelicae ad Stephanum, Ζʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/quaestiones-evangelicae-ad-stephanum/5-3

Ὁ μὲν οὖν πρῶτος, διὰ τοῦ Ζαρᾶ ἐδηλοῦτο, ὃς ἑρμηνεύεται Ἀνατολή· φωτὸς γὰρ εὐσεβείας αἱ πρῶται τῆς ἀνατολῆς αὐγαὶ, διὰ τῶν πρώτων ἐν ἀνθρώποις εὐσεβησάντων ἐξέλαμψαν· οἷοί περ ἦσαν οἱ πρὸ Μωϋσέως ἐκ πρώτης ἀνθρώπων συστάσεως θεοφιλεῖς ἀποφανθέντες· οἱ δὴ καὶ τῷ Ζαρᾷ παραπλησίως, πρῶτοι μὴν τὴν χεῖρα προεβάλοντο τὸν πρακτικὸν βίον ἐνδειξάμενοι· οὐ μὴν καὶ ἐκράτυνέ γε τοῦτον· τοῦ δὲ κατ' αὐτοὺς τρόπου ἐν ὑποστολῇ γενομένου· καὶ ὥσπερ τινὸς φραγμοῦ διακοπέντος, ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ ὁ κατὰ Μωϋσέα βίος· ὃν δὴ μεσότοιχον φραγμὸν κέκληκεν ὁ θαυμάσιος Ἀπόστολος· διὸ καὶ ὠνομάσθη Φαρὲς, τῆς τοῦ φραγμοῦ· διακοπῆς ἐπώνυμος· ἑρμηνεύεται γοῦν Φαρὲς μερισμός· ἔνθεν καὶ Φαρισαῖοι παρ' αὐτοῖς διέπρεπον, παρὰ τὸ μερίζειν καὶ ἀφορίζειν ἑαυτοὺς τῆς τῶν πολλῶν ἐπιμιξίας· μακάριον μὲν οὖν καὶ πολὺ κρεῖττον ἦν μὴ διακοπῆναι τὸν φραγμὸν, ἕνα δὲ αὐτὸν καὶ ἀδιάκοπον μεῖναι· τοῦτο δ' ἂν γέγονεν εἰ τῷ τὴν χεῖρα προβεβλημένῳ πρώτῳ, συνακολουθήσας ὁ δεύτερος, τὸν αὐτὸν τρόπον ἐπολιτεύσατο· πολὺ γὰρ ἦν βέλτιον τοῖς ἐκ περιτομῆς εἰ κατὰ τὸν βίον τῶν πρόπαλαι θεοφιλῶν ἀνθρώπων ἐτύγχανον πεπολιτευμένοι· καὶ οὕτω γὰρ ἦν εἷς ὁ φραγμὸς, καὶ μία ἡ οἰκοδομὴ τῶν τε πρώτων καὶ τῶν ὑστάτων.

---

Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Stephanum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg028.local001/.
