# Quaestiones evangelicae ad Stephanum 5

Eusebius, Quaestiones evangelicae ad Stephanum, ΕΚΛΟΓΗ ΕΝ ΣΥΝΤΟΜῼ ΕΚ ΤΩΝ ΣΥΝΤΕΘΕΝΤΩΝ ΥΠΟ ΕΥΣΕΒΙΟΥ ΠΡΟΣ ΣΤΕΦΑΝΟΝ ΠΕΡΙ ΤΩΝ ΕΝ ΕΥΑΓΓΕΛΙΟΙΣ ΖΗΤΗΜΑΤΩΝ ΚΑΙ ΛΥΣΕΩΝ. Αʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/quaestiones-evangelicae-ad-stephanum/5

Τοιαύτη τις καὶ τοσαύτη γενέσθαι οἰκονομία ὑπὲρ τοῦ λαθεῖν τὴν τῆς παρθένου κύησιν τοὺς ἀπίστους, ἐκ τῆς θείας ὑποφαίνεταί μοι Γραφῆς· καὶ γὰρ οὐκ ἂν ἐπιστεύθη ῥᾳδίως ὁ λόγος παρὰ τοῖς τοῦτο ἀκούουσιν, ἄνδρα τε αὐτὸν ἡμῖν ὁμοιοπαθῆ τὸ σῶμα, καὶ κατ' οὐδὲν τὴν θνητὴν φύσιν παραλλάττοντα θεωμένοις· τί γὰρ εἰ καὶ μετὰ ταῦτα παραδοξοποιῶν καὶ τὰς ἐνθέους εὐεργεσίας εἰς πολλοὺς ἐκτείνων ἐξέπληττε τοὺς ὁρῶντας; οὐχὶ δὲ καὶ Μωϋσῆς πολλὰ θαυματουργήσας, τῆς κοινῆς ὅμως γενέσεως οὐκ ἠμοίρει; Ἠλίας τε, καὶ Ἐλισσαῖος, καὶ ὁ καθεῖς τῶν προφητῶν; οὐδὲν οὖν πρὸς τὸ μὴ ἐξ ἀνδρὸς νομίζεσθαι τὸν Ἰησοῦν ἡ τῶν τεραστίων ἔργων ἐπίδειξις αὐτῷ συνεβάλλετο· αὐτίκα οἱ κατ' αὐτὸν οὐδ' ἄλλο τι περὶ τῆς γενέσεως αὐτοῦ φανταζόμενοι, καίπερ τὰ δρώμενα ὑπ' αὐτοῦ ὁρῶντες, ἔλεγον πρὸς ἀλλήλους· «Πόθεν τούτῳ πᾶσα ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις; οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; οὐχὶ ἡ μήτηρ αὐτοῦ λέγεται Μαρία; καὶ οἱ ἀδελφοὶ αὐτοῦ, Ἰάκωβος καὶ Ἰωσὴφ καὶ Σίμων καὶ Ἰούδας; καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσι;» Καὶ ἄλλοτε πάλιν τῆς μητρὸς καὶ τῶν ἀδελφῶν ἑστώτων ἔξω καὶ ζητούντων λαλῆσαι αὐτῷ, εἶπέ τις αὐτῷ· «Ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω, ἰδεῖν σε θέλοντες.» Καὶ τί θαυμαστὸν ὅτε καὶ οἱ αὐτοῦ μαθηταὶ καὶ ἀπόστολοι ἐρωτηθέντες, «Τίνα με, φησὶν, οἱ ἄνθρωποι λέγουσιν;» ἀπεκρίναντο, ὡς ἄρα οἱ μὲν Ἰωάννην αὐτὸν εἶναι ἡγοῦνται, οἱ δὲ Ἠλίαν, οἱ μὲν Ἱερεμίαν, οἱ δὲ ἕτερόν τινα τῶν προφητῶν· ἐρωτώμενοι δὲ τίνα ποτὲ καὶ αὐτοὶ δόξαν ἔχουσι περὶ αὐτοῦ, οἱ πάντες ἀπεσιώπησαν, ὡς οὐκ ἔχοντες εἰπεῖν· μόνου δὲ Πέτρου φήσαντος, ὡς ἄρα αὐτὸς εἴη ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ἅτε μόνῳ αὐτῷ τοῦτο γνωσθέντι ἐπιφέρει λέγων· «Μακάριος εἶ Σίμων βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς.» Μαρτυρεῖ δὲ καὶ ἡ Μαρία βαθεῖ λογισμῷ παρ' ἑαυτῇ κατέχειν τὰ γεγενημένα· φησὶ γοῦν ἡ Γραφή· «Ἡ δὲ Μαρία πάντα συνετήρει τὰ ῥήματα ταῦτα συμβάλλουσα ἐν τῇ καρδίᾳ αὑτῆς.»

---

Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Stephanum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg028.local001/.
