# Quaestiones evangelicae ad Stephanum 6-2

Eusebius, Quaestiones evangelicae ad Stephanum, Ζʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/quaestiones-evangelicae-ad-stephanum/6-2

Ἐπειδὴ δὲ μὴ τὸν πρῶτον κρατῆσαι τρόπον ἡ τῶν δευτέρων συνεχώρησεν ἀσθένεια, διακοπῆς εἰκότως τοῦ κατὰ Θεὸν φραγμοῦ γενομένης, τοῦ τε μεσοτοίχου τοῦ φραγμοῦ παραβληθέντος, ὁ πάλαι πρῶτος τὴν χεῖρα προτείνας, δεύτερος ἔξεισιν εἰς φῶς, διὰ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ τὸν παλαίτατον καὶ ἀρχαῖον φραγμὸν ἀνακτησαμένου· διὸ καί φησιν εἰς αὐτὸν ἡ προφητεία· «καὶ κληθήσῃ οἰκοδόμος φραγμῶν·» οὗτος δὴ καὶ τὸ δηλωθὲν μεσότοιχον ἀνεῖλεν· ὃς Κύριος ὢν καὶ τοῦ σαββάτου ποιεῖ τὰ ἀμφότερα ἓν, κατὰ τὸν ἱερὸν Ἀπόστολον εἰπόντα «Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας·» καὶ τί τὸ μεσότοιχον διασαφῶν, ἐπιλέγει· «τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας» ἐκποδὼν μεταστησάμενος τὸ μεσότοιχον τοῦ Μωϋσέως νόμου, ὅπερ ἡμᾶς τοὺς ἐξ ἐθνῶν τῆς κατὰ Θεὸν ἀπείργει εὐσεβείας, διὰ τὸ μηδὲ βουλομένοις δυνατὸν εἶναι πᾶσι τοῖς ἔθνεσι κατὰ Μωϋσέα πολιτεύσασθαι.

---

Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Stephanum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg028.local001/.
