# Quaestiones evangelicae ad Stephanum 6

Eusebius, Quaestiones evangelicae ad Stephanum, ΕΚΛΟΓΗ ΕΝ ΣΥΝΤΟΜῼ ΕΚ ΤΩΝ ΣΥΝΤΕΘΕΝΤΩΝ ΥΠΟ ΕΥΣΕΒΙΟΥ ΠΡΟΣ ΣΤΕΦΑΝΟΝ ΠΕΡΙ ΤΩΝ ΕΝ ΕΥΑΓΓΕΛΙΟΙΣ ΖΗΤΗΜΑΤΩΝ ΚΑΙ ΛΥΣΕΩΝ. Αʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/quaestiones-evangelicae-ad-stephanum/6

Οὐκοῦν ἀποδέδεικται ὅτι χρησίμως κατ' ἐκεῖνο καιροῦ, ἡ μὲν ἐξ ἁγίου Πνεύματος τοῦ Ἰησοῦ γένεσις παρὰ τοῖς πολλοῖς ἀπεσιωπᾶτο, ὁ δὲ Ἰωσὴφ ἐν χώρᾳ πατρὸς παρελαμβάνετο· εἰκότως οὖν ὁ πατὴρ τοῦ παιδὸς ἐγενεαλογεῖτο· εἰ δὲ οὖν μὴ τοῦτο ἐγεγόνει, ἀπάτωρ ἂν ἐνομίσθη ὁ παῖς μὴ ἐκ πατρὸς γενεαλογούμενος· τοῦτο δὲ εἰς ἀσέβειαν ἤγαγεν ἂν τοὺς πολλοὺς, οἳ δι' ἄγνοιαν τῆς περὶ τὸ πρᾶγμα ἀληθείας ἐδυσφήμουν τὴν γένεσιν· χρησίμως οὖν καὶ τοῦ τέκτονος (υἱὸς) καὶ τῶν ὠνομασμένων τέκνων ἀδελφὸς ἐχρημάτιζεν· ἐπεὶ καὶ Θεὸς Λόγος ὢν, οὐκ ἀπηρνεῖτο ἑαυτὸν εἶναι ἄνθρωπον, ἀλλὰ καὶ παρήγγελλε τοῖς ἑαυτοῦ μαθηταῖς ἵνα μηδενὶ εἴπωσιν, ὅτι αὐτὸς εἴη ὁ πάλαι πρὸς τῶν προφητῶν ἥξειν βοώμενος ὁ Χριστὸς τοῦ Θεοῦ· οὐ γὰρ ἂν οὐδὲ ἐπίστευσαν οἱ πολλοὶ τῶν τότε θεωμένων αὐτὸν εὐτελὲς σχῆμα περιβεβλημένον· οὕτω δὲ καὶ ἐπὶ τῆς ἐν τῷ ὄρει μεταμορφώσεως ἐνετείλατο πάλιν τοῖς ἑαυτοῦ μαθηταῖς λέγων· «Μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ·» εἰκὸς γὰρ μηδὲ τοῦτο πιστεῦσαι τῶν τότε τοὺς πολλούς· εἰ δὲ ταῦτα μὴ εἰς φανερὸν ἥκειν ἔκρινεν, ἦ πού γε τὰ τῆς ἐκ παρθένου γενέσεως ἀποσιωπᾶσθαι τὸ τηνικαῦτα παρὰ τοῖς πολλοῖς ἐχρῆν, εἰς ἐπιτήδειον καιρὸν τῆς περὶ αὐτοῦ ἀληθείας ἀναφανησόμενα· οὗτος δὲ ἦν ὁ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ, καὶ τῆς εἰς οὐρανοὺς ἀναλήψεως, τῆς τε εἰς πάντα τὸν κόσμον ὡς ἂν περὶ Λόγου Θεοῦ διαδραμούσης περὶ αὐτοῦ φήμης· ὅ τε τῆς τῶν ἐθνῶν κλήσεως, καθ' ὃν καὶ αἱ θεῖαι αὐτοῦ φωναὶ τέλος ἐλάμβανον, τὰ τῶν προγνώσεων αὐτοῦ καὶ προῤῥήσεων διὰ τῆς τῶν πραγμάτων ἐκβάσεως ἐναργῶς πιστούμεναι.

---

Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Stephanum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg028.local001/.
