# Quaestiones evangelicae ad Stephanum 8

Eusebius, Quaestiones evangelicae ad Stephanum, ΕΚΛΟΓΗ ΕΝ ΣΥΝΤΟΜῼ ΕΚ ΤΩΝ ΣΥΝΤΕΘΕΝΤΩΝ ΥΠΟ ΕΥΣΕΒΙΟΥ ΠΡΟΣ ΣΤΕΦΑΝΟΝ ΠΕΡΙ ΤΩΝ ΕΝ ΕΥΑΓΓΕΛΙΟΙΣ ΖΗΤΗΜΑΤΩΝ ΚΑΙ ΛΥΣΕΩΝ. Αʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/quaestiones-evangelicae-ad-stephanum/8

Εἰ δὲ λέγοιτο ὑπάρχειν συγγενὴς τῆς Ἐλισάβετ, αὐτῆς μὲν οὔσης ἐκ φυλῆς Ἰούδα, τῆς τε Ἐλισάβετ ἐκ τῆς τοῦ Λευῒ, μὴ θαυμάσῃς· πᾶν γὰρ τὸ Ἰουδαίων ἔθνος ἑνὸς ἦν γένους, αἵ τε φυλαὶ πᾶσαι ἀλλήλων συγγενεῖς· ἔνθεν καὶ ὁ θεῖος Ἀπόστολος συγγενεῖς αὑτοῦ πάντας ὀνομάζει Ἰουδαίους, λέγων· «Ηὐχόμην γὰρ ἀνάθημα εἶναι ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται·» καίτοι συγγενεῖς αὐτοῦ ἐτύγχανον μόνοι ἐκ φυλῆς Βενιαμίν· οὐκοῦν πάντας ἁπλῶς τοὺς ἐξ Ἰσραὴλ ἀδελφοὺς καὶ συγγενεῖς ἑαυτοῦ προσεῖπεν ὁ Παῦλος· οὕτω δ' οὖν καὶ τὴν Ἐλισάβετ συγγενίδα προσεῖπεν ὁ ἄγγελος τῇ Μαριὰμ, διὰ τὸ ἄμφω Ἰσραηλίτιδας εἶναι· καὶ ἄλλως δὲ εἰκὸς ἀπὸ τόπου συγγενίδα τῆς Μαρίας κεκλῆσθαι τὴν Ἐλισάβετ, διὰ τὸ οἰκεῖν ἐπὶ τῆς Ἰούδα φυλῆς ἀφ' ἧς ὡρμᾶτο ἡ Μαρία· μαρτυρεῖ γοῦν ὁ Λουκᾶς λέγων· «Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ·» τοῦ γὰρ Μωϋσέως νόμου μὴ ἀφορίσαντος τῇ τῶν ἱερέων φυλῇ κλῆρον, ὅτι Κύριος ὁ Θεὸς μερὶς αὐτῶν, διαταξαμένου δὲ μεταξὺ τῶν λοιπῶν φυλῶν οἰκεῖν αὐτοὺς, τοῦ τε Ζαχαρίου καὶ τῆς Ἐλισάβετ πόλιν φυλῆς Ἰούδα κατοικησάντων, ἀφ' ἧς ὡρμᾶτο Μαρία, εἰκὸς καὶ ταύτης ἕνεκεν τῆς αἰτίας συγγενεῖς αὐτὰς ἀνειρῆσθαι· οὐκ ἀπεικὸς δὲ καὶ τῆς ὁμοιοτροπίας χάριν, δι' ἧς ἄμφω τῆς σωτηρίου οἰκονομίας ἠξιώθησαν, ἡ μὲν τὸν Σωτῆρα, ἡ δὲ τὸν πρόδρομον τοῦ Σωτῆρος ὑποδεξάμεναι, ἑνός τε καὶ τοῦ αὐτοῦ ἁγίου Πνεύματος μετασχοῦσαι· διὸ καὶ μάλιστα μιᾶς τῆς κατὰ Θεὸν συγγενείας μετεῖχον. Ἀλλὰ τοῦτο μὲν οὕτως ἀπολυτέον.

---

Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Stephanum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg028.local001/.
