Ancient Greek · ~6 min
Δώσει αὐτῷ Κύριος ὁ Θεὸς θρόνον Δαυῒδ τοῦ πατρὸς αὐτοῦ.
Eusebius Scr. Eccl. et Theol., sectiona in Lucam Δώσει αὐτῷ Κύριος ὁ Θεὸς θρόνον Δαυῒδ τοῦ πατρὸς αὐτοῦ.
Not analysed yet
Θρόνον λέγει τὸν ἐπαγγελθέντα τῷ Δαυῒδ, οὐ μὴν καὶ δοθέντα· Ἅπαξ γὰρ, φησὶ, ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυῒδ ψεύσομαι· τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου· καὶ πάλιν· Ὤμοσα Δαυῒδ τῷ δούλῳ μου· Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου. Ταῦτα δὲ οὐ περὶ σαρκικοῦ σπέρματός φησι, οὐδὲ περὶ αἰσθητοῦ θρόνου, ἀλλὰ περὶ οὗ φησι καὶ ὁ ἄγγελος πρὸς τὴν Παρθένον, τὸν μηδὲν ἐπίκαιρον ἔχοντα, τὸν καθ' ὅλης τῆς οἰκουμένης φωτὸς δίκην ἐκλάμποντα, καὶ ψυχὰς νοερῶς καταυγάζοντα διὰ τῆς ἐνθέου διδασκαλίας. Οἶκον δὲ Ἰακὼβ, μὴ τὸν Ἰουδαίων λαὸν νόμιζε μόνον, ἀλλὰ πάντας τοὺς διὰ τῆς κλήσεως τοῦ Σωτῆρος ἐξ ἁπάντων τῶν ἐθνῶν εἰς τὴν τῶν ἁγίων υἱοθεσίαν εἰσποιουμένους. Ὁ λαὸς τοῦ Θεοῦ ποτὲ μὲν Ἰακὼβ καλεῖται, ποτὲ δὲ Ἰσραήλ· ὁ αὐτὸς γὰρ ἦν καὶ Ἰσραὴλ καὶ Ἰακώβ· καὶ φύσει μὲν Ἰακὼβ ἦν ὁ παλαιὸς λαὸς, ὡς ἐξ Ἰακὼβ κατὰ τὴν ἐξ αἵματος συγγένειαν· θέσει δὲ, ὁ νέος λαὸς κατὰ τὴν ἐξ ἀρετῆς συγγένειαν· ἀντεισήχθη γὰρ ὁ νέος τοῦ παλαιοῦ. Λοιπὸν οὖν ἐπὶ τοῦτον τὸν λαὸν βασιλεύσει εἰς τὸν αἰῶνα, ἤγουν ἀεὶ, ἔκ τε τῶν ἔργων καὶ τῶν λόγων ἐπιγνόντα αὐτὸν, καὶ ἑκουσίως ὑποτεταγμένον αὐτῷ· ὁ γὰρ Χριστὸς ἦν μὲν βασιλεὺς καὶ ὡς Θεός· Ἡ βασιλεία γὰρ, φησὶν, ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· ἦν δὲ καὶ ὡς ἄνθρωπος· εἶχε γὰρ ἔργα βασιλέως τὸ νομοθετεῖν τοῖς ὑπηκόοις αὐτοῦ, τὸ ῥυθμίζειν, τὸ περιέπειν, τὸ ὑπεραποθνήσκειν αὐτῶν· ἃ μάλιστα χαρακτηρίζουσι τὸν ἀληθῆ βασιλέα.