# Supplementa ad quaestiones ad Marinum Βʹ

Eusebius, Supplementa ad quaestiones ad Marinum, Βʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/supplementa-ad-quaestiones-ad-marinum/%CE%92%CA%B9

Καὶ πῶς σκοτίας οὔσης, κατὰ τὸν εὐαγγελιστὴν Ἰωάννην, τὰ εἴσω τοῦ μνήματος ἑώρων οἱ δύο μαθηταί; Ὁ γὰρ αὐτὸς καὶ τὴν ὥραν ἐπεσημήνατο εἰπών· «Πρωῒ ἔτι σκοτίας οὔσης,» καὶ τοὺς δύο μαθητὰς τὰ εἴσω ἐν τῷ μνήματι τεθεαμένους· «Εἰσῆλθον γὰρ, φησὶ, καὶ ἐπίστευσαν.» Ἀρχομένης μὲν κατ' ἀρχὰς τῆς ἡμέρας, ἐπὶ τὸ μνῆμα ἐμαρτύρησεν ἡ Γραφὴ ἔτι τότε σκοτίαν εἶναι· πλὴν ἀλλ' ἤδη πρωΐα ἦν· τοῦτο δὲ τὸ πρωῒ ἔτι σκοτίας οὔσης αὐτὴ καθ' ἑαυτὴν ἰδοῦσα Μαρία ἐπάνεισι πρὸς τοὺς μαθητάς· εἶτ' ἄγγελος αὐτοῖς παραγίνεται. Ἐν δὴ οὖν τῷ μεταξὺ χρόνῳ μετὰ τὴν πρώτην ἄφιξιν ἀπιούσης αὐτῆς πρὸς τοὺς ἀποστόλους καὶ τὴν ὥραν προκόψαι εἰκὸς ἦν· κἀκείνων πάλιν ἐπὶ τὸν τάφον ἀφικνουμένων, ἔτι μᾶλλον αὐξῆσαι τὸν χρόνον, ὡς μηκέτι σκοτίαν εἶναι, ἀλλ' ἤδη καθαρὰν ἡμέραν, καθ' ἣν ἀπαντήσαντες οἱ εἰρημένοι, καὶ τοῦ μνημείου ἐκτὸς ἑστῶτες, διορᾷν τὰ εἴσω κείμενα ὀθόνια οἶοί τε ἦσαν· καὶ πολὺ μᾶλλον ἔνδον γενόμενοι, ὑπὸ λαμπρᾶς ἡμέρας ἤδη τοῦ τόπου κατηυγασμένου. Δοκεῖ δέ μοι τὰ ὀθόνια ἔνδον κείμενα ὁμοῦ μὲν καὶ δεῖγμα παρέχειν τοῦ μὴ ὑπὸ ἀνθρώπων ᾖρθαι τὸ σῶμα, ὅπερ Μαρία ὑπέλαβεν· οὐ γὰρ ἄν τινες τὸ σῶμα ὑφαιρούμενοι κατελίμπανον τὰ ὀθόνια· οὐδὲ ὁ κλέπτων ποτὲ περιέμεινεν ἕως ὅτε ἀναλύσῃ τὰ ὀθόνια καὶ καταλάβηται· ὁμοῦ δὲ καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ σώματος εἶναι παραστατικά. Ὁ γὰρ μετασχηματίζων τὰ σώματα τῆς ταπεινώσεως ἡμῶν Θεὸς εἰς τὸ εἶναι σύμμορφα τῷ σώματι τῆς δόξης τοῦ Χριστοῦ, τὸ μὲν σῶμα ὡς ὄργανον τῆς ἐν αὐτῷ κατοικησάσης δυνάμεως ἠλλοίου, μεταβάλλων ἐπὶ τὸ θειότερον, τὰ δὲ ὀθόνια ὡς περιττὰ καὶ ἀλλότρια τῆς τοῦ σώματος οὐσίας ἠφίει. Δοκοῦσι δέ μοι κατὰ καιρὸν ὁ Πέτρος καὶ ὁ Ἰωάννης ἐπὶ τὸ μνημεῖον ἀπαντᾷν ἐν ἤδη καθαρᾷ ἡμέρᾳ καὶ φωτὶ λαμπρῷ, ὡς ἂν μὴ νυκτὸς καὶ σκοτίας ἐλθόντες τοῦτο ὑπονοηθεῖεν, ὃ δὴ καὶ κατεψεύσαντο αὐτῶν οἱ ἀρχιερεῖς, ὅτι νυκτὸς ἐλθόντες ἔκλεψαν. Διόπερ οὐ νυκτὸς ἀπήντων οἱ ἄνδρες, ἀλλ' οὐδὲ σκοτίας ἔτι οὔσης, ἀλλ' ἤδη καταυγαζούσης λαμπρᾶς ἡμέρας. Εἰ δὲ λέγοι τὸ Εὐαγγέλιον ὡς ἄρα ἦσαν ὁμοῦ συνηγμένοι οἱ μαθηταὶ διὰ τὸν φόβον τῶν Ἰουδαίων, εἶτα πρὸς τοῦτο ἀνθυποφέροι τις λέγων, Πῶς οὖν οἱ συγκεκλεισμένοι ἐφοίτων ἐπὶ τὸ μνημεῖον ἐν ἡμέρᾳ διαυγεῖ; ἐροῦμεν ὅτι τοὺς μὲν ἐν τῇ πόλει μέσους οἰκοῦντας τῶν Ἰουδαίων, εἰκὸς ἦν ἀποκεκλεῖσθαι ὁμοῦ τοὺς πάντας ἐν οἴκῳ ἑνὶ συνηγμένους· οἱ δὲ ἐπὶ τὸ μνῆμα ἀφικνούμενοι τῆς πόλεως ἐκτὸς ὄντες, μακρὰν ἐτύγχανον καὶ τοῦ τῶν Ἰουδαίων φόβου, ὡς ἐπὶ ἐρημίζοντα τόπον καὶ ἀνδρῶν ἐσχοληκότα παριόντες. Τάχα δὲ καὶ κρείττους φόβου γενόμενοι τῶν μαθητῶν ὅ τε Πέτρος καὶ Ἰωάννης τολμηρότερον ἐθάῤῥουν προϊέναι τοῦ οἴκου, τῶν ἄλλων μὴ τοῦτο πράττειν τολμώντων, ἢ μόνων δὴ τούτων, οἳ καὶ ἐν τοῖς ἄλλοις πλείονος ἠξιωμένοι τιμῆς παρὰ τοὺς λοιποὺς ἀποστόλους μεμαρτύρηνται.

---

Eusebius Scr. Eccl. et Theol., Supplementa ad quaestiones ad Marinum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg031.local001/.
