# Supplementa ad quaestiones ad Marinum Δʹ

Eusebius, Supplementa ad quaestiones ad Marinum, Δʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/supplementa-ad-quaestiones-ad-marinum/%CE%94%CA%B9

Τὸ δὲ πῶς δύο παρὰ τὸν Ἰωάννην μαθητῶν ἐλθόντων εἰς τὸ μνημεῖον, Πέτρου καὶ Ἰωάννου, ὁ Λουκᾶς ἕνα μόνον φησὶν ἀπηντηκέναι, οὕτως ἂν λυθείη. Πολὺς ἦν ὁ Πέτρος ἀεὶ τῇ προθυμίᾳ, ὡς μόνον παρὰ τοὺς ἀποστόλους εἰπεῖν τῷ Σωτῆρι· «Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι·» καὶ μόνον πάλιν ἐπιβῆναι τοῖς κύμασιν ἀξιῶσαι· καὶ μόνον ἀποκρίνασθαι καὶ εἰπεῖν αὐτῷ· «Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος·» διὸ καὶ μόνος τῶν μαθητῶν ἀκούει· «Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ.» Διὸ καὶ πρῶτος τολμᾷ εἰσιέναι εἰς τὸ μνημεῖον, σὺν τῷ ἑτέρῳ μαθητῇ ὃν ἐφίλει ὁ Ἰησοῦς ἐλθὼν, κατὰ τὸν Ἰωάννην· ἀλλὰ τότε μὲν παρὰ τῆς Μαγδαληνῆς ἦρθαι τὸ σῶμα τοῦ Κυρίου ἀπὸ τοῦ μνημείου μεμαθηκὼς, ἀπήντα ἅμα τῷ ἑτέρῳ μαθητῇ· εἶτα ἀνεχώρει σὺν αὐτῷ, τὰ ὀθόνια εἴσω τοῦ μνήματος τεθεαμένος καὶ πιστεύσας. Κατὰ δὲ Λουκᾶν, τῶν ἄλλων ἀπιστούντων μαθητῶν, μόνος αὐτὸς πάλιν πιστεύει ταῖς λεγούσαις ταῖς γυναιξὶν ἑωρακέναι τοὺς ὀφθέντας ἀγγέλους· οὐ γὰρ ἀπιστήσας δὲ ταῖς τῶν γυναικῶν μαρτυρίαις, παλινδρομαῖος ἐπὶ τὸ μνημεῖον μόνος παραγίνεται· καὶ αὖθις παρακύψας βλέπει τὰ ὀθόνια μόνα ὡς καὶ τὸ πρότερον· εἶτα ἀπῄει, πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός· καὶ νῦν μὲν ἀπῄει θαυμάζων τὸ γεγονὸς, ἐπεὶ δὲ πολὺς ἦν τῇ προθυμίᾳ καὶ πλείονα σπουδὴν παρὰ πάντας ἐπεδείκνυτο, σπεύδων καὶ περιτρέχων, καὶ πάντη τὸν Σωτῆρα περιαθρῶν ἀνεωγόσι τοῖς τῆς ψυχῆς ὄμμασι, πανταχοῦ δὲ ζητῶν καὶ περιβλεπόμενος, οὐκ ἠτύχησε τῆς ἐλπίδος, ἀλλὰ καὶ αὐτὸς ἀξιοῦται τῆς αὐτοῦ θεοφανείας· τούτου μάρτυς ὁ αὐτὸς εὐαγγελιστὴς Λουκᾶς ὧδέ πη προϊὼν ἑξῆς καὶ λέγων ὅτι ὄντως ἠγέρθη ὁ Κύριος καὶ ὤφθη Σίμωνι. Συμμαρτυρεῖ δὲ αὐτῷ καὶ ὁ ἱερὸς Ἀπόστολος ὧδε Κορινθίοις γράφων, ὅτι «Ὤφθη Κεφᾷ, εἶτα τοῖς ἔνδεκα.» Κεφᾶς δὲ αὐτὸς ἦν Σίμων ὁ καὶ Πέτρος, ᾧ καὶ πρὸ τῶν ἕνδεκα μόνος μόνῳ ὤφθη ὁ Σωτὴρ, τῆς παρὰ πάντας ὑπερβαλλούσης αὐτοῦ χάριν σπουδῆς.

---

Eusebius Scr. Eccl. et Theol., Supplementa ad quaestiones ad Marinum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg031.local001/.
