# Supplementa ad quaestiones ad Marinum Εʹ.1

Eusebius, Supplementa ad quaestiones ad Marinum, Εʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/supplementa-ad-quaestiones-ad-marinum/%CE%95%CA%B9.1

Ἔτι ζητήσειεν ἄν τις πῶς παρὰ μὲν τῷ Ματθαίῳ ἡ Μαγδαληνὴ Μαρία μετὰ τῆς ὁμωνύμου ἑωρακέναι ἐκτὸς τοῦ μνήματος ἐπικαθήμενον τῷ λίθῳ ἕνα μόνον ἄγγελον εἴρηται· κατὰ δὲ τὸν Ἰωάννην εἴσω τοῦ μνήματος ἀγγέλους δύο θεωρεῖ καθημένους· κατὰ δὲ τὸν Λουκᾶν δύο ἄνδρες ἀπήντων ταῖς γυναιξί· κατὰ δὲ τὸν Μάρκον νεανίσκος ἦν αὐτοῖς ὁρώμενος. Τὰ μὲν παρὰ τῷ Ἰωάννῃ καὶ Ματθαίῳ λύσεως ἂν τύχοι τοιαύτης· ἡγοῦμαι γὰρ προηγεῖσθαι μὲν τὴν παρὰ τῷ Ἰωάννῃ ἱστορίαν, τῆς παρὰ τῷ Ματθαίῳ, καὶ τὴν Μαγδαληνὴν τὸ πρῶτον ἐλθοῦσαν τοὺς δύο ἀγγέλους εἴσω τοῦ μνήματος καθεζομένους ἰδεῖν· μετὰ δὲ ταῦτα δεύτερον ἐπιστᾶσαν τῷ αὐτῷ τόπῳ μετὰ τῆς ἄλλης Μαρίας τὸν ἐπικαθήμενον τῷ λίθῳ ἄγγελον ἑωρακέναι. Ἢ τάχα ἕτερος μὲν ὁ παρὰ Ματθαίῳ ἄγγελος, ἕτερος δὲ καὶ ὁ χρόνος καὶ ὁ τόπος τῆς τοῦ ἀγγέλου θέας· ἕτεροι δὲ καὶ ἄγγελοι αὐτοῦ οἱ πρὸς τὰς γυναῖκας· ὡσαύτως δὲ καὶ οἱ παρὰ τῷ Ἰωάννῃ δύο ἄγγελοι οἱ εἴσω τοῦ μνήματος ὀφθέντες ἕτεροί εἰσι παρὰ τὸν ἔξω πρὸ μνήματος ἐπὶ τῷ λίθῳ καθεζόμενον παρὰ τῷ Ματθαίῳ. Εἰ μὲν γὰρ τοῦ Ματθαίου ὀψὲ Σαββάτων εἰρηκότος, καὶ ἕνα πρὸ τῆς θύρας τοῦ μνημείου καθήμενον ἐπὶ τῷ λίθῳ ἱστορηκότος, φυλάξας ὁ Ἰωάννης τὸν αὐτὸν καιρὸν καὶ τὸν αὐτὸν τόπον εἰρήκει ὀψὲ Σαββάτων, πρὸ τῆς θύρας τοῦ μνήματος ἐπὶ τῷ λίθῳ δύο καθεζομένους ὁρᾶσθαι, ἦν ἀληθῶς διαφωνίαν αἰτιᾶσθαι. Καὶ ὁ Ματθαῖος ὡσαύτως εἰ ὁμοίως Ἰωάννῃ τὴν πρωϊνὴν ὥραν τηρήσας, εἴσω τοῦ μνήματος καὶ αὐτὸς οὐ δύο ἀγγέλους ἀλλ' ἕνα ἔφησε τεθεωρῆσθαι, τἀναντία ἔδοξεν ἂν εἰκότως συγγράφειν. Εἰ δ' ἀφώρισαν οἱ εὐαγγελισταὶ καὶ τοὺς χρόνους καὶ τοὺς τρόπους, καὶ τὰ πρόσωπα τῶν θεωμένων, καὶ τοὺς τῶν ἀγγέλων λόγους, οὐκ ἄν τις εὐλόγως μέμψαιτο διαφωνίαν τῆς Γραφῆς, ἀληθευούσης ἑκάστης κατὰ τὸν οἰκείας ἱστορίας λόγον, διαφόρων τε πραγμάτων ὑφήγησιν δηλούσης. Ἀλλ' οἱ μὲν παρὰ τοῖσδε τοῖς εὐαγγελισταῖς ἄγγελοι, καὶ τοῦ Σωτῆρος αἱ μετὰ τὴν ἀνάστασιν θεοφάνειαι, παρὰ μόνοις τούτοις ὡς ἂν παρὰ κρείττοσι καὶ αὐτοῦ τοῦ Σωτῆρος αὐτόπταις τε καὶ αὐτηκόοις φερόμεναι, ταύτην σώζοιεν ἂν τὴν ἀκολουθίαν. Οἱ δὲ παρὰ τῷ Λουκᾷ δύο ἄνδρες ἐν ἐσθῆτι ἀστραπτούσῃ ὀφθέντες, διὰ τὰ τῆς ἑορτῆς σύμβολα· καὶ ὁ παρὰ τῷ Μάρκῳ νεανίσκος λευκὴν περιβεβλημένος καὶ αὐτὸς στολὴν, δεξιός τε ἀλλ' οὐκ ἀριστερὸς ἑωραμένος, τῷ τε φαιδρὰ καὶ δεξιὰ ταῖς γυναιξὶν εὐαγγελίζεσθαι, πάλιν ἕτεροι ἂν εἶεν καὶ αὐτοὶ, ἀλλήλων τε καὶ τῶν παρὰ τοῖς πρώτοις. Διὸ οὐδὲ ἀγγέλους αὐτοὺς οἵδε ὠνόμασαν, ἐπεὶ μηδὲ τῶν τοῦ Σωτῆρος ὀπτασιῶν ἐμνημόνευσαν τοῖς κρείττοσιν ἢ καθ' ἑαυτοὺς Ματθαίῳ καὶ Ἰωάννῃ τὰ κρείττονα γράφειν καὶ ἱστορεῖν παρακεχωρηκότες· αὐτοὶ δὲ τὰ δεύτερα διηγούμενοι, καὶ τῷ χρόνῳ τὰ μετὰ τὴν τῶν πρώτων μνήμην ὕστερον πεπραγμένα, παρῄεσαν μὲν τὰ παρὰ τοῖς αὐτόπταις εἰρημένα, ἀντανεπλήρουν δὲ τὰ παρ' ἐκείνοις σεσιγημένα· ἃ δὴ δεύτερα ἦν καὶ μακρῷ λειπόμενα τῆς τῶν προτέρων ἱστορίας· οὕτω τοῦ ἁγίου Πνεύματος διανείμαντος τὰς πρεπούσας ἑκάστῳ καὶ καταλλήλους διηγήσεις.

---

Eusebius Scr. Eccl. et Theol., Supplementa ad quaestiones ad Marinum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg031.local001/.
