# Supplementa ad quaestiones ad Marinum Ζʹ.1

Eusebius, Supplementa ad quaestiones ad Marinum, Ζʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/supplementa-ad-quaestiones-ad-marinum/%CE%96%CA%B9.1

Τεττάρων δὲ ὄντων τῶν εὐαγγελιστῶν, ἰσάριθμοι τούτων καὶ αἱ πρὸς αὐτῶν ἀναγραφεῖσαι φαίνονται ὀπτασίαι· οἵ τε καιροὶ τέσσαρες, καὶ οἱ καθ' ἕκαστον καιρὸν ὀφθέντες, ἰδιάζοντες· ὁμοίως δὲ καὶ αἱ θεώμεναι, διάφοροι· καὶ οἱ τῶν ὀφθέντων αὐτοῖς λόγοι, διαλλάττοντες. Πρῶτος μὲν γὰρ ἦν καιρὸς ὁ παρὰ τῷ Ματθαίῳ ὀψὲ Σαββάτων λεγόμενος· τέταρτος δὲ καὶ τελευταῖος ὁ παρὰ τῷ Μάρκῳ ἡλίου ἀνατείλαντος ἱστορηθείς· μέσοι δὲ ὅ τε παρὰ τῷ Ἰωάννῃ καὶ ὁ παρὰ τῷ Λουκᾷ· διὸ καὶ οἱ ὀφθέντες κατὰ καιρὸν ἰδιάζοντες. Ὀψὲ μὲν γὰρ Σαββάτων ἄγγελος εἷς ἐκ τοῦ μνήματος· μεθ' ὃν καὶ αὐτὸς ὁ Σωτήρ· πρωῒ δὲ ἔτι σκοτίας οὔσης, εἴσω τοῦ μνήματος ἄγγελοι δύο· μεθ' οὓς πάλιν ὁ αὐτὸς Σωτήρ. Ὄρθρου δὲ βαθέος ἕτεροι κατὰ τὸν Λουκᾶν δύο ἄνδρες ὠνομασμένοι οὐκ εἴσω τοῦ μνήματος ὀφθέντες. Εἶθ' ὕστερον ἁπάντων ὁ νεανίσκος, ὁ ταῖς ἡλίου ἀνατείλαντος ἀφικομέναις τεθεαμένος. Εἰ μὲν οὖν ἕνα καιρὸν εἰρηκότες οἱ πάντες καὶ τὸν αὐτὸν ἀναγράψαντες τόπον, οὐ τὰς αὐτὰς ἐπιφανείας ἐδήλουν, κἂν εὐλόγως ἄν τις ἐμέμψατο. Εἰ δ' ἀφώρισαν τοὺς χρόνους, ἔνειμάν τε καθ' ἕκαστον χρόνον καὶ τόπον ἰδιάζοντα, ἀκολούθως δὲ διαφόρους καὶ τὰς ὀπτασίας ἀνέγραψαν. Ὡς εἴπερ ἦσαν μιᾶς μὲν οἱ πάντες ἐπιφανείας μνημονεύσαντες, καὶ ἕνα φάντες ἄγγελον ὦφθαι ἢ δύο συμφώνως ἀγγέλους εἰρηκότες, ἢ αὖ πάλιν δύο ἄνδρας ἢ νεανίσκον ἕνα· εἶτα τοὺς καιροὺς διήλλαττον, ἢ μὴ τοὺς αὐτοὺς ἐδήλουν τόπους, ἦν ἂν καὶ οὕτω μέμψασθαι. Νῦν δ' ὁ λόγος ἀκριβὴς μένει καὶ ἀδιάβλητος ἐπὶ καιροῖς διαφόροις καὶ τόποις ἐναλλαττούσας τὰς ὀπτασίας εἰσάγων, καὶ τὰς τούτων θεωροὺς πάλιν διαφόρους, ἑτέρας μὲν τὰς δύο πρώτας, παρὰ τὴν δευτέραν· καὶ τὰς τρίτας δὲ ὡσαύτως ἑτέρας τῶν τετάρτων. Αὐτίκα δ' οὖν μετὰ τὴν τοῦ νεανίσκου πρὸς τὰς τελευταίας γυναῖκας ὁμιλίαν, ὧν τὰ ὀνόματα οὐκ ἐμφέρονται, ἐπιλέγει ὁ Μάρκος· «Καὶ ἀκούσασαι ἔφυγον, καὶ οὐδενὶ οὐδὲν εἶπον, ἐφοβοῦντο γάρ·» αὗται μὲν οὖν τοιαῦται καὶ ἔμφοβοι, καὶ λίαν δειλαὶ, ὡς μηδὲ πεισθῆναι τῷ νεανίσκῳ φάντι πρὸς αὐτάς· «Ὑπάγετε καὶ εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ, Ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν·» τούτων γὰρ ἀκούσασαι τῶν λόγων, τοὐναντίον διεπράξαντο· αἱ δὲ παρὰ τῷ Λουκᾷ ἀποστρέψασαι ἀπὸ τοῦ μνήματος ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα. Ὁμοίως δὲ καὶ ἡ παρὰ τῷ Ἰωάννῃ ἔρχεται πρὸς τοὺς μαθητὰς ἀπαγγέλλουσα ἃ ἑώρακε. Μόναι δὲ αἱ παρὰ τῷ Μάρκῳ πασῶν ὕσταται ἐλθοῦσαι, καὶ ἀληθῶς ὀψισθεῖσαι, ὡς μετὰ ἀνατολὴν ἡλίου ἐπιστῆναι, οὔτε τὸν Σωτῆρα θεάσασθαι καταξιοῦνται, οὔτε τὸν ἄγγελον τὸν ἐξαστράπτοντα, οὔτε τοὺς δύο τοὺς εἴσω τοῦ μνήματος, οὔτε τοὺς δύο τοὺς παρὰ τῷ Λουκᾷ ἄνδρας· ψιλὸν δέ τινα νεανίσκον εἶδον περιβεβλημένον στολὴν λευκὴν, ἀναλόγως τῇ τῆς διανοίας αὐτῶν σμικρότητι τὴν ὀπτασίαν ἰδοῦσαι· καὶ τοῦτον δὲ λευχείμονα τῆς ἑορτῆς χάριν θεασάμεναι, ὅμως ἐθαυμάσθησαν· τοῦτο γὰρ ἐμαρτύρησεν αὐταῖς ὁ Μάρκος· καίτοιγε ἐπὶ τῶν προτέρων μηδαμοῦ τοῦ θάμβους ὠνομασμένου. Τὴν Μαγδαληνὴν δὲ σχολάζουσαν καὶ προσκαρτεροῦσαν, εἰκὸς οὐ μόνον τὰς πρώτας ὄψεις τεθεᾶσθαι τῶν αὐτῇ μόνῃ ὀφθέντων, ἀλλὰ καὶ τὸν παρὰ τῷ Μάρκῳ ταῖς λοιπαῖς γυναιξὶν ἑωραμένον νεανίσκον. Ταὐτὸν δ' ἂν εἴποις καὶ ἐπὶ τῆς κατὰ τὸν Λουκᾶν ἱστορίας, ὃς μετὰ τὴν ἄφιξιν τῶν πολλῶν γυναικῶν, καὶ μετὰ τὴν θέαν τῶν ὀφθέντων αὐταῖς δύο ἀνδρῶν διηγεῖται λέγων· «Καὶ ἀποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα·» οἷς ἐπιφέρει, «Ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία,» καὶ τὰ ἑξῆς. Οὐκ ἀπεικὸς μὲν γὰρ ἦν, καὶ νῦν πάλιν τὴν Μαγδαληνὴν πάλαι προαφιγμένην καὶ παραμείνασαν εὐτόνως παρὰ τῷ μνήματι εὑρῆσθαι, ὅτε πολλαὶ ἀπὸ τῆς Γαλιλαίας συνελθοῦσαι γυναῖκες ἀπήντων ἐπὶ τὸν τάφον φέρουσαι τὰ ἀρώματα, ὥστε καὶ αὐτὴν ἅμα ταῖς λοιπαῖς τοὺς δύο ἄνδρας τεθεᾶσθαι, καὶ τῶν λόγων αὐτῶν ἀκηκοέναι· εἶτα σὺν ταῖς πολλαῖς ἐπανελθεῖν καὶ διηγεῖσθαι τοῖς ἕνδεκα. Δύναται δὲ καὶ ἄλλως ὁ λόγος, τὰ μὲν πρῶτα ταῖς ἀπὸ τῆς Γαλιλαίας γυναιξὶν ἀπονεῖμαι, λέγω δὴ τὴν εἰς τὸ μνῆμα ἄφιξιν, καὶ τὴν τῶν ἀρωμάτων κομιδὴν, τήν τε γενομένην αὐταῖς τῶν δύο ἀνδρῶν ἐπιφάνειαν, καὶ τοὺς τούτων πρὸς αὐτὰς λόγους· τὴν μὲν οὖν ἀπαγγελίαν τὴν πρὸς τοὺς ἕνδεκα μηκέτι παρ' αὐτῶν μόνον γεγενῆσθαι, ἀλλ' ὁμοῦ παρὰ πασῶν, ἑκάστης ἃ τεθέατο διηγημένης· ἐν αἷς πάλιν τὴν Μαγδαληνὴν εἶναι μετὰ τῶν λοιπῶν καὶ αὐτὴν τοῖς μαθηταῖς ἀπαγγέλλουσαν τὰ ἰδίως μόνῃ αὐτῇ ἑωραμένα.

---

Eusebius Scr. Eccl. et Theol., Supplementa ad quaestiones ad Marinum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg031.local001/.
