# Supplementa ad quaestiones ad Marinum Ηʹ

Eusebius, Supplementa ad quaestiones ad Marinum, Ηʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/supplementa-ad-quaestiones-ad-marinum/%CE%97%CA%B9

Ἐγὼ δὲ κἀκεῖνο ζητῶ, πῶς παρὰ μὲν τῷ Μάρκῳ εἴρηται, ὡς ἄρα διαγενομένου τοῦ Σαββάτου ἡτοίμασαν ἀρώματα, παρὰ δὲ τῷ Λουκᾷ πρὸ τοῦ Σαββάτου τοῦτ' ἔπραξαν ἐν αὐτῇ τῇ Παρασκευῇ. Καὶ τοῦτο δὲ τοῖς προτέροις συμπεπλεγμένον ζητήμασι, τῆς ὁμοίας ἐκείνοις τύχοι ἂν ἑρμηνείας· ἀποδεικνύντων δὲ ἡμῶν μὴ εἶναι τὰς αὐτὰς, ἀλλ' ἑτέρας μὲν τὰς πρὸ τοῦ Σαββάτου ἐν αὐτῇ τῇ Παρασκευῇ, καθ' ἣν πέπονθεν ὁ Σωτὴρ, περὶ τὴν κηδείαν ἀσχοληθείσας, ἑτέρας δὲ τὰς μετὰ τὸ Σάββατον· σαφῶς γὰρ ταύτας Λουκᾶς μεμαρτύρηκε κατ' αὐτὴν τὴν ἡμέραν τοῦ πάθους ταῦτα πεποιηκέναι, οὐδαμῶς ὀνόματος γυναικῶν μνημονεύσας, ἀλλ' ἁπλῶς γυναῖκας εἰπὼν τὰς συνελθούσας αὐτῷ ἀπὸ τῆς Γαλιλαίας· ὁ δὲ Μάρκος ὀνομαστὶ τρεῖς μόνας ἀνέγραψε καθ' ἑαυτὰς πρόνοιαν πεποιημένας τῶν ἀρωμάτων, οὐ τῇ Παρασκευῇ, ἀλλὰ μετὰ διαγενέσθαι τὸ Σάββατον· ἑτέρας δὲ εἶναι ταύτας παρὰ τὰς παρὰ τῷ Λουκᾷ, καὶ τὰ ἑξῆς ἐπαγόμενα δείκνυσιν. Αὗται μὲν οὖν γυναῖκες παρὰ τῷ Μάρκῳ τὸν νεανίσκον ὁρῶσι καθήμενον ἐν τοῖς δεξιοῖς, ὃς καί φησιν αὐταῖς· «Μὴ φοβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνόν· ἠγέρθη, οὐκ ἔστιν ὧδε.» Ταῖς δὲ παρὰ τῷ Λουκᾷ δύο ἄνδρες ἐπέστησαν ἐν ἐσθῆτι ἀστραπτούσῃ, καὶ ἑτέρας προφέρονται φωνὰς λέγοντες· «Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;» καὶ τὰ ἑξῆς· καὶ αἱ μὲν παρὰ τῷ Μάρκῳ ἀκούσασαι τοῖς μαθηταῖς ἐπαγγεῖλαι τὰ παρηγγελμένα· οὐδενὶ οὐδὲν εἶπον· αἱ δὲ παρὰ τῷ Λουκᾷ πορευθεῖσαι ἀπήγγειλαν τοῖς ἕνδεκα· ὡς διὰ τούτων ἁπάντων συνάγεσθαι, μὴ τὰς αὐτὰς εἶναι· διὸ μηδὲ ὑφ' ἕνα καιρὸν πεποιηκέναι τὰ ἀναγεγραμμένα.

---

Eusebius Scr. Eccl. et Theol., Supplementa ad quaestiones ad Marinum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg031.local001/.
