# Supplementa ad quaestiones ad Stephanum ΑΦΡΙΚΑΝΟΥ.

Eusebius, Supplementa ad quaestiones ad Stephanum, ΑΦΡΙΚΑΝΟΥ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/supplementa-ad-quaestiones-ad-stephanum/%CE%91%CE%A6%CE%A1%CE%99%CE%9A%CE%91%CE%9D%CE%9F%CE%A5.

Οὐκ ἀκριβῶς μέντοι τινὲς λέγουσιν, ὅτι δικαίως γέγονεν ἡ διάφορος αὕτη τῶν ὀνομάτων καταρίθμησίς τε καὶ ἐπιμιξία, τῶν τε ἱερατικῶν, ὡς οἴονται, καὶ τῶν βασιλικῶν, ἵνα δειχθῇ δικαίως ὁ Χριστὸς ἱερεύς τε καὶ βασιλεὺς γενόμενος· ὥσπερ τινὸς ἀπειθοῦντος ἢ ἑτέραν ἐσχηκότος ἐλπίδα, ὅτι ὁ Χριστὸς ἀρχιερεύς ἐστι Πατρὸς, τὰς ἡμετέρας πρὸς αὐτὸν εὐχὰς ἀναφέρων, καὶ βασιλεὺς ὑπερκόσμιος, οὓς ἠλευθέρωσε νέμων τῷ Πνεύματι, συνεργὸς εἰς τὴν διακόσμησιν τῶν ὅλων γενόμενος. Καὶ τοῦτο ἡμῖν προσήγγειλεν οὐχ ὁ κατάλογος τῶν φυλῶν, οὐχ ἡ μίξις τῶν ἀναγράπτων γενῶν, ἀλλὰ πατριάρχαι καὶ προφῆται. Μὴ οὖν κατίωμεν εἰς τοσαύτην θεοσεβείας σμικρολογίαν, ἵνα τῇ ἐναλλαγῇ τῶν ὀνομάτων, τὴν Χριστοῦ βασιλείαν καὶ ἱερωσύνην συνιστῶμεν· ἐπεὶ τῇ Ἰούδα φυλῇ τῇ βασιλικῇ, ἡ τοῦ Λευὶ φυλὴ ἱερατικὴ συνεζύγη, τοῦ Ναασσὼν ἀδελφὴν τὴν Ἐλισάβετ Ἀαρὼν ἀξαμένου, καὶ πάλιν Ἐλεάζαρ τὴν θυγατέρα Φατιὴλ, καὶ ἐνθένδε παιδοποιησαμένων. Ἐψεύσαντο οὖν οἱ εὐαγγελισταὶ, συνιστάντες οὐκ ἀλήθειαν, ἀλλ' εἰκαζόμενον ἔπαινον· καὶ διὰ τοῦτο ὁ μὲν διὰ Σολομῶνος ἀπὸ Δαυῒδ ἐγενεαλόγησεν τὸν Ἰακὼβ τὸν τοῦ Ἰωσὴφ πατέρα· ὁ δὲ Νάθαν τοῦ Δαυῒδ, τὸν Ἡλεὶ τὸν τοῦ Ἰωσὴφ ὁμοίως ἄλλων πατέρα· καίτοι ἀγνοεῖν αὐτοὺς οὐκ ἐχρῆν, ὡς ἑκατέρα τῶν κατηριθμημένων τάξις, τὸ τοῦ Δαυΐδ ἐστι γένος, ἡ τοῦ Ἰούδα φυλὴ βασιλική. Εἰ γὰρ προφήτης ὁ Νάθαν, ἀλλ' οὖν καὶ Σολομὼν, ὅ τε τούτων πατὴρ ἑκατέρου· ἐκ πολλῶν δὲ φυλῶν ἐγίνοντο προφῆται, ἱερεῖς δὲ ἐξ οὐδεμιᾶς τῶν δώδεκα φυλῶν, μόνοι δὲ Λευῖται. Μάτην αὐτοῖς ἄρα πέπλασται τὸ ἐψευσμένον· μηδὲ κρατοίη τοιοῦτος ὁ λόγος ἐν Ἐκκλησίᾳ Χριστοῦ [κατὰ] ἀκριβοῦς ἀληθείας, ὅτι ψεῦδος σύγκειται εἰς αἶνον καὶ δοξολογίαν Χριστοῦ· τίς γὰρ οὐκ οἶδε κἀκεῖνον τὸν ἱερώτατον τοῦ Ἀποστόλου λόγον κηρύσσοντος καὶ διαγγέλλοντος τὴν ἀνάστασιν τοῦ Σωτῆρος ἡμῶν, καὶ διϊσχυριζομένου τὴν ἀλήθειαν, μεγάλῳ φόβῳ λέγοντος, ὅτι εἰ Χριστὸν λέγουσί τινες μὴ ἐγηγέρθαι, ἡμεῖς δὲ τοῦτο καὶ φαμὲν καὶ πεπιστεύκαμεν, καὶ αὐτὸ καὶ ἐλπίζομεν καὶ κηρύσσομεν, καταψευδομαρτυροῦμεν τοῦ Θεοῦ, ὅτι ἤγειρε τὸν Χριστὸν ὃν οὐκ ἤγειρεν· εἰ δὲ οὕτως ὁ δοξολογῶν Θεὸν Πατέρα, δέδοικε μὴ ψευδολόγος δοκοίη, ἔργον παράδοξον διηγούμενος, πῶς οὐκ ἂν δικαίως φοβηθείη, ὅτι διὰ ψευδολογίας ἀληθείας σύστασιν ποριζόμενος, δόξαν οὐκ ἀληθῆ συντιθείς; Εἰ γὰρ τὰ γένη διάφορα, καὶ μηδὲν καταφέρει γνήσιον σπέρμα ἐπὶ τὸν Ἰωσὴφ, εἴρηται δὲ μόνον εἰς σύστασιν τοῦ γεννηθησομένου, ὅτι βασιλεὺς καὶ ἱερεὺς ἔσται ὁ ἐσόμενος, ἀποδείξεως μὴ προσούσης, ἀλλὰ τῆς τῶν λόγων σεμνότητος εἰς ὕμνον ἀδρανῆ φερομένης, δῆλον ὡς τοῦ Θεοῦ μὲν ὁ ἔπαινος οὐχ ἅπτεται, ψεῦδος ὤν· κρίσις δὲ τῷ εἰρηκότι, τὸ οὐκ ὂν, ὡς ὂν κομπάσαντι.

---

Eusebius Scr. Eccl. et Theol., Supplementa ad quaestiones ad Stephanum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg030.local001/.
