# Supplementa ad quaestiones ad Stephanum 1

Eusebius, Supplementa ad quaestiones ad Stephanum, Section 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/supplementa-ad-quaestiones-ad-stephanum/1

Περὶ δὲ τοῦ τὸν Ματθαῖον ἄνωθεν κατάγειν τὰς διαδοχὰς, τὸν δὲ Λουκᾶν ἀνάπαλιν πεποιηκέναι, μίαν καὶ τὴν αὐτὴν ὁδὸν πορευθέντας, οὐδὲν ἐπιμέμφεσθαι δεῖ· ἐπεὶ καὶ τοὺς ἀνάντη καὶ ὄρθιον πορείαν ἀνιόντας, καὶ τοὺς ἔμπαλιν διὰ τῆς αὐτῆς κατιόντας, οὐκ ἄν τις ἑτέραν φαίη βαδίζειν, μιᾶς ἀμφοτέροις κειμένης τοῖς τε ἀνιοῦσι καὶ τοῖς κατιοῦσι τρίβου. Τὸν αὐτὸν γοῦν τρόπον καὶ ἐπὶ τῆς τῶν γενῶν διαδοχῆς πάρεστιν, ὅτῳ φίλον ἐπ' ἐξουσίας διὰ τῶν αὐτῶν, τοῖς μὲν κάτωθεν ἐπὶ τοὺς πρόσω ἀνιέναι, τοῖς δὲ ἀπὸ τῶν ἄνωθεν προπατόρων ἀρξαμένοις, ἐπὶ τοὺς ὑστάτους καταλήγειν· οὗτος δὲ καὶ πόῤῥωθεν Ἑβραίοις φίλος ἦν ὁ τρόπος, etc., ut in impressa a nobis epitome, col. 891, lin. 4 a fine, usque ad τοῦ Σωτῆρος ἡμῶν εὐαγγελιστάς, col. 893, lin. 37. Εἰ δ' ὅτι μὴ μέχρι τοῦ Ἀβραὰμ καὶ ὁ Λουκᾶς ἀνιὼν ἔστη, μηδὲ ὁ Ματθαῖος ἀπὸ τοῦ Ἀδὰμ ἤρξατο ἐφ' ὃν κατέληξεν ὁ Λουκᾶς, διαφωνεῖν τις αὐτοὺς λέγοι, οὐκ ὀρθῶς οἴεται· ἑκάτερος γὰρ αὐτῶν οἰκείῳ λογισμῷ τὴν ἔκθεσιν πεποίηται τῆς γραφῆς, ὁ μὲν ἐκ τοῦ Ἀβραὰμ ἀρξάμενος, ὁ δὲ καὶ τὸν Ἀβραὰμ ὑπερβὰς, ἐπί τε τὸν πρῶτον ἄνθρωπον ἀνελθών· καὶ μηδὲ μέχρι τούτου στὰς, τὸν πάντα δὲ λόγον ἐπὶ τὸν Θεὸν ἀναρτήσας· ποία γὰρ ἐν τούτοις μάχη; Εἰ τῷ μὲν χρήσιμος ἐφάνη ἡ ἀπὸ τοῦ Ἀβραὰμ καὶ ἐπὶ τοὺς ἑξῆς γενεαλογία, διὰ τὴν οἰκονομίαν τοῦ παρ' αὐτῷ λόγου, ὁ δὲ διὰ τὸ τῆς ἐν Χριστῷ παλιγγενεσίας μυστήριον, ἀναβιβάζει τὸν διὰ λουτροῦ γεγεννημένον, ἐπέκεινα ἁπάσης γενέσεως· τήρει γὰρ ὅτι δι' ὅλου τοῦ λόγου σεσιώπηκε τὸ τῆς γενέσεως ὄνομα, ἄγει τε αὐτὸν ἀνάγων, καὶ ἵστησιν οὐκ ἐπί τινα ἀνθρώπων, ἀλλ' ἐπὶ τὸν πάντων Θεὸν, μονονουχὶ προσάγων, ἅτε δὴ Υἱὸν γενόμενον τῷ Πατρί.

---

Eusebius Scr. Eccl. et Theol., Supplementa ad quaestiones ad Stephanum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg030.local001/.
