# Supplementa ad quaestiones ad Stephanum 10

Eusebius, Supplementa ad quaestiones ad Stephanum, Section 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/supplementa-ad-quaestiones-ad-stephanum/10

Ταῦτα δὲ ὅτι μετὰ Σολομῶνα περὶ ἑτέρου τινὸς μέλλοντος ἥξειν προανεφωνεῖτο, παντί τῳ δῆλον. Καὶ ἄλλως δὲ τὰ πρὸς τὸν Δαβὶδ ἐκτεθέντα λόγια οὐκ ἂν ἐφαρμόσαιεν Σολομῶνι, ἀκριβοῦς ἐξετάσεως τυγχάνοντα· σαφῶς γὰρ ὁ χρησμὸς δηλοῖ, ὅτι μετὰ τὸν θάνατον τοῦ Δαβὶδ ἀναστήσεται ὁ θεσπιζόμενος. Σολομὼν δὲ, ζῶντος ἔτι τοῦ Δαβὶδ, νεύματι αὐτοῦ καὶ γνώμῃ διάδοχος τῆς βασιλείας· λέγεται γοῦν ἐπὶ μόνοις ἔτεσι τεσσαράκοντα βασιλεῦσαι ἐπὶ τὸν Ἰσραήλ· πῶς οὖν εἰς αὐτὸν ἐπιφέροιτο τὸ, «Ἀνορθῶσαι τὸν θρόνον αὐτοῦ εἰς τὸν αἰῶνα;» Ἀλλ' εἰ λέγοι τις περὶ τῆς ἐξ αὐτοῦ διαδοχῆς εἰρῆσθαι αὐτὰ, οὐκ ἀγνοητέον ὅτι μέχρις Ἰεχονίου καὶ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας ἡ ἀπὸ Δαβὶδ καὶ Σολομῶνος διαδοχὴ τῆς βασιλείας διήρκεσε, μηδενὸς μετὰ τὸν Ἰεχονίαν ἐπὶ τὸν θρόνον τῆς βασιλείας τοῦ Δαβὶδ καταστάντος. Πῶς δ' ἂν τῷ φιλογυναίῳ, καὶ οὗ οὐκ ἦν ἡ καρδία τελεία μετὰ Κυρίου Θεοῦ αὐτοῦ, ἐφαρμόσῃς τὰ τοῦ ὅρκου, καὶ τό· «Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν;» Ἀλλὰ γὰρ ἄντικρυς Σολομῶνος μὲν ἀλλότρια ταῦτα· ἀνάγοιντο δ' ἂν ἐπὶ Χριστὸν, ὃς ἐκ σπέρματος Δαβὶδ ἀναστὰς, οἶκον τῷ Θεῷ οὐκ ἐξ ἀψύχων λίθων, οὐδ' ἐν γωνίᾳ καὶ μέρει γῆς, ἀλλὰ καθ' ὅλης τῆς οἰκουμένης καὶ ἐν πᾶσι τοῖς ἔθνεσιν ἐκ ζώντων καὶ νοερῶν λίθων συνεστήσατο τὴν θεοπρεπῆ αὐτοῦ Ἐκκλησίαν· ᾧ καὶ μόνῳ τὸ, «Αὐτὸς ἔσται μοι εἰς υἱὸν» ἀναφωνούμενον ἁρμόσει· ἐπεὶ καὶ ἐν ἑτέραις Γραφαῖς Υἱὸς ἀναγορεύεται τοῦ Θεοῦ· ἐν τῇ φασκούσῃ, «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε·» καὶ ἐν τῇ λεγούσῃ, «Κύριος εἶπε πρός με, Υἱός μου εἶ σύ·» πάλιν ἐν ᾗ λέλεκται, «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.» Τούτοις γοῦν συνᾴδει καὶ ἡ ἐξ οὐρανῶν ἐπ' αὐτὸν ἐνεχθεῖσα φωνὴ, «Σὺ εἶ ὁ Υἱός μου ὁ ἀγαπητὸς,» φήσασα· καὶ τὰ ἐν ἑβδομηκοστῷ δὲ πρώτῳ ψαλμῷ περιεχόμενα, τὸ «Συμπαραμενεῖ τῷ ἡλίῳ,» καὶ τὸ, «Πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτὸν,» ἄντικρυς τοῖς περὶ τοῦ Σωτῆρος ἡμῶν θεολογουμένοις συντρέχοι ἄν. Ὅτι δὲ ταῦθ' οὕτως ἔχει, ἀναμφίλεκτος ἡ ἀπὸ τοῦ Ἡσαΐου σύστασις, ὃς μετὰ τὸν Σολομῶνος θάνατον καὶ μετὰ πλείστας ἄλλας τοῦ γένους διαδοχὰς, ἐκ ῥίζης Ἰεσσαὶ καὶ Δαβὶδ ἐξελεύσεσθαί τινα προφητεύει, καὶ τοῦτον ἔσεσθαι Σωτῆρα ἐθνῶν, γυμνῶς οὕτω φάσκων· «Καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν.»

---

Eusebius Scr. Eccl. et Theol., Supplementa ad quaestiones ad Stephanum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg030.local001/.
