# Supplementa ad quaestiones ad Stephanum 11

Eusebius, Supplementa ad quaestiones ad Stephanum, Section 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/supplementa-ad-quaestiones-ad-stephanum/11

Ἀλλὰ γὰρ τοσούτων ἐκδεδομένων χρησμῶν μόνῳ τῷ Δαβὶδ καὶ μεθ' ὅρκου διαβεβαιώσεως περὶ τῆς ἐκ σπέρματος αὐτοῦ γενέσεως τοῦ προφητευομένου, παντός τε ὡς εἰκὸς τοῦ Ἰσραὴλ διὰ τὰς τοσαύτας προῤῥήσεις ὁσημέραι προσδοκῶντος τὸν ἐκ Δαβὶδ γεννηθησόμενον Σωτῆρα καὶ Λυτρωτὴν πάντων ἀνθρώπων, εἰκότως τῶν προσδοκωμένων τὴν ἄφιξιν εὐαγγελιζόμενος ὁ Ματθαῖος, ἐξ αὐτῆς τῆς ἐλπιζομένης προσδοκίας τὴν καταρχὴν τοῦ λόγου πεποίηται, υἱὸν Δαβὶδ φήσας τὸν ἐπιλάμψαντα· μετὰ δὲ τὸν Δαβὶδ ἐπὶ τὸν Ἀβραὰμ ἀνατρέχει, ἐπειδὴ πρώτῳ πάλιν τῷ Ἀβραὰμ περὶ τῆς κλήσεως τῶν ἐθνῶν διάφοροι ἐδέδοντο χρησμοί. Πρὸ γὰρ τῆς Μωϋσέως νομοθεσίας, καὶ πρὸ τοῦ Ἰουδαίων ἔθνους, οὐ μὴν ἀλλὰ καὶ πρὸ τῆς περιτομῆς, ἀλλοεθνὴς ὢν ὁ Ἀβραὰμ καὶ τῆς Χαλδαίων γῆς ὁρμώμενος, ἀπολείπει μὲν τὰ πάτρια, Θεὸν δὲ γνοὺς τὸν ἐπὶ πάντα, μεμαρτύρηται ὡς ἄρα ἐπίστευσε τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην· δίκαιός τε καὶ θεοφιλὴς ἀποπέφανται, οὐ διὰ περιτομῆς σώματος, οὐδὲ διὰ φυλακῆς ἡμέρας Σαββάτου, ἑορτῶν ἢ νουμηνιῶν, οὐδέ γε δι' ἄλλης τινὸς παρὰ Μωϋσεῖ φερομένης ἐθελοθρησκίας, ἀλλὰ δι' ἄλλης Θεοῦ φανείας τε τοῦ ὀφθέντος αὐτῷ Κυρίου (οὗτος δ' ἦν ὁ Σωτὴρ), διά τε σεμνοῦ καὶ ἐναρέτου βίου. Τοῦτον δ' οὖν αὐτῷ κατορθοῦντι τῆς θεοσεβείας τὸν τρόπον ἡ περὶ τῶν ἐθνῶν δέδοτο ἐπαγγελία, ὡς καὶ αὐτῶν ποτε κατὰ τὸν τοῦ Ἀβραὰμ ζῆλον θεοσεβησόντων, καὶ ἴσης τῷ θεοφιλεῖ καταξιωθησομένων εὐλογίας. Λέλεκται γοῦν πρὸς αὐτὸν, «Καὶ εὐλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς·» καὶ πάλιν· «Ὁδὲ Κύριος εἶπεν, Οὐ μὴ κρύψω ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ· Ἀβραὰμ δὲ γενόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολὺ, καὶ εὐλογηθήσεται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς.» Ὧν οὕτως ἐχόντων, ἀκόλουθον ἦν τῆς τῶν ἐθνῶν κλήσεως προπάτορα ὄντα τὸν Ἀβραὰμ ὑπὸ τοῦ εὐαγγελιστοῦ δεύτερον παραληφθῆναι μετὰ τὸν Δαβίδ. Ἐχρῆν γὰρ τὸν περὶ τῆς γενέσεως τοῦ Σωτῆρος τὰς ὑποσχέσεις εἰληφότα, προτιμηθῆναι τῇ τάξει τοῦ τὰς περὶ τῶν ἐθνῶν ἐπαγγελίας δεξαμένου· δεύτερον δὲ ἐν τῇ γενεαλογίᾳ παραληφθῆναι τὸν τῶν ἐθνῶν ἀρχηγόν. ιβʹ· Ὁ μὲν γὰρ Ἰωάννης τῇ τοῦ κατ' αὐτὸν Εὐαγγελίου γραφῇ, τὰ μηδέπω τοῦ Βαπτιστοῦ βεβλημένου εἰς φυλακὴν, πρὸ τοῦ Χριστοῦ πραχθέντα, παραδίδωσιν· οἱ δὲ λοιποὶ τρεῖς εὐαγγελισταὶ τὰ μετὰ τὸ δεσμωτήριον λέγουσιν. Οἷς καὶ ἐπιστήσαντι, οὐκέτι ἂν δόξαιεν διαφωνεῖν ἀλλήλοις τὰ Εὐαγγέλια, τῷ τὸ μὲν κατὰ Ἰωάννην τὰ πρῶτα περιέχειν, τὰ δὲ λοιπὰ τὴν ἐπιτέλειον ἱστορίαν.

---

Eusebius Scr. Eccl. et Theol., Supplementa ad quaestiones ad Stephanum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg030.local001/.
