# Supplementa ad quaestiones ad Stephanum 3

Eusebius, Supplementa ad quaestiones ad Stephanum, Section 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/supplementa-ad-quaestiones-ad-stephanum/3

Εἴη δ' ἄν τις καὶ ἄλλος βαθὺς καὶ ἀπόῤῥητος ἐν τοῖς προκειμένοις λόγος. Ματθαῖος μὲν γὰρ ὁμολογουμένως τὴν ἔνσαρκον γένεσιν ἱστορῶν τοῦ Χριστοῦ, καὶ τὸν Ἰωσὴφ ἀποδεῖξαι βουλόμενος ἀληθῶς ἐκ Δαυῒδ, ὅθεν ἐχρῆν τῇ εἰσβολῇ κέχρηται τοῦ λόγου, φήσας, Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, καὶ τὰ ἑξῆς· ἀκολούθως τε τὴν ὅλην ἑξῆς ἱστορίαν τίθησι μετὰ τὸν τῶν προπατόρων κατάλογον, τοὺς Μάγους, τὴν Ἡρώδου μανίαν, τὴν εἰς Αἴγυπτον Ἰησοῦ φυγὴν, τὴν ἐκεῖθεν ἐπάνοδον, τὸν Ἀρχέλαον· καὶ ὡς μετὰ ταῦτα ἤδη λοιπὸν εἰς ἄνδρας Ἰωάννης προβὰς μετὰ τριακοστὸν ἔτος τῆς Ἰησοῦ γενέσεως, ἐπὶ τῆς ἐρήμου κηρύσσει βάπτισμα μετανοίας, πάρεισί τε μετὰ τῶν ἄλλων καὶ ὁ Ἰησοῦς ἐν τῷ Ἰορδάνῃ βαπτισθησόμενος ὑπὸ τοῦ Ἰωάννου· καὶ δὴ συνόρα ἐν τούτοις ὕφος καὶ ἀκολουθίαν ἱστορικῆς διηγήσεως ἣν ὁ Ματθαῖος ἐκτίθεται, Σύρος ἀνὴρ, τελώνης τὸν βίον, τὴν φωνὴν Ἑβραῖος.

---

Eusebius Scr. Eccl. et Theol., Supplementa ad quaestiones ad Stephanum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg030.local001/.
