# Supplementa ad quaestiones ad Stephanum 4

Eusebius, Supplementa ad quaestiones ad Stephanum, Section 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/supplementa-ad-quaestiones-ad-stephanum/4

Ὁ δὲ Λουκᾶς τὸ μὲν γένος ἀπὸ τῆς βοωμένης Ἀντιοχείας ἦν, ἐν ᾗ δὴ οἱ πάντες λογιώτατοι τοὺς Ἴωνας προγόνους αὐχοῦσιν· οὐ μὴν ἀλλὰ πρὸς τῷ κατὰ φύσιν Ἑλληνικῷ τῶν ἀνδρῶν, ἐπήγετό τι πλέον ὁ Λουκᾶς ἐν λόγοις, ἅτε ἰατρικῆς ἔμπειρος ὢν ἐπιστήμης. Ὅμως δὴ ὁ τοιοῦτος τῆς τοῦ κατ' αὐτὸν Εὐαγγελίου γραφῆς ἀρχόμενος, τὰ μὲν κατὰ τὸν Ζαχαρίαν καὶ τὴν Ἐλισάβετ ἱστορεῖ πρῶτα. Εἶτα τὴν πρὸς τὴν Μαρίαν τοῦ Γαβριὴλ ἐπιφάνειαν ἐπισυνάψας, τὰς παραδόξους γενέσεις ἑξῆς τίθησιν, οὐδεμιᾶς μνησθεὶς γενεαλογίας τοῦ Ἰωσήφ· ἔπειτα δωδέκατον ἔτος ἀναγράφων τοῦ Ἰησοῦ, οὔπω καὶ νῦν γενεαλογίας μνημονεύει. Μετὰ δὲ τοὺς Αὐγούστου χρόνους, Τιβερίου διαδεξαμένου τὴν Ῥωμαίων ἡγεμονίαν, κατὰ τὸ πεντεκαιδέκατον αὐτοῦ ἔτος, φησὶ τὸν Ἰωάννην ἐπὶ τῆς ἐρήμου κηρῦξαι μετανοίας βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν· διδασκαλίας τε αὐτοῦ τίθησι, καὶ ἐπὶ τούτοις ἅπασιν, Ἰησοῦ, φησὶ, βαπτισθέντος καὶ προσευξαμένου ἐγένετο ἀνοιγῆναι τὸν οὐρανὸν, καὶ καταβῆναι τὸ Πνεῦμα ὡσεὶ περιστερὰν, καὶ φωνὴν ἐκεῖθεν ἐνεχθῆναι· «Σὺ εἶ ὁ Υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα.» Ἔνθα γενόμενος, ὥσπερ ἐξ ὕπνου διανήψας, τῆς γενεαλογίας ἀκαίρως, ὡς ἂν οἰηθείη τις, μνημονεύει λέγων, «Καὶ αὐτὸς ἦν ἀρχόμενος ὁ Ἰησοῦς ὡς ἐτῶν τριάκοντα, ὢν υἱὸς ὡς ἐνομίζετο τοῦ Ἰωσὴφ, τοῦ Ἡλεὶ, τοῦ Μελχὶ,» καὶ τῶν λοιπῶν.

---

Eusebius Scr. Eccl. et Theol., Supplementa ad quaestiones ad Stephanum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg030.local001/.
