# Supplementa minora ad quaestiones ad Marinum 1

Eusebius, Supplementa minora ad quaestiones ad Marinum, Section 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/supplementa-minora-ad-quaestiones-ad-marinum/1

Εὐσέβιος ἐν τοῖς πρὸς Μαρῖνον τοιάδε φησί· «Καὶ γὰρ ἡ τοῦ Χριστοῦ Ἐκκλησία δύο βίους νομοθετεῖ καὶ τρόπους· τὸν μὲν ὑπερφυῆ καὶ τῆς κοινῆς ἀνθρωπίνης πολιτείας ἐπέκεινα, οὐ γάμους, οὐ παιδοποιίας, οὐ περιουσίας ὕπαρξιν παραδεχόμενον, ἀλλ' ὅλον δι' ὅλου τῆς κοινῆς καὶ συνήθους τῶν βιωτικῶν ἀνθρώπων ἀγωγῆς παρηλλαγμένον καὶ μόνῃ τῇ τοῦ Θεοῦ θεραπείᾳ προσῳκειωμένον, καθ' ὑπερβολὴν ἔρωτος οὐρανίου. Οἱ γὰρ τόνδε μετιόντες τὸν τρόπον τεθνάναι δοκοῦντες, τὸν θνητὸν βίον καὶ αὐτὸ μόνον τὸ σῶμα περιφέροντες ἐπὶ γῆς, φρονήματι δὲ τὴν ψυχὴν εἰς οὐρανοὺς μετενηνεγμένοι, οἷά τινες οὐράνιοι, τὸν τῶν ἀνθρώπων ἐφορῶσι βίον, ὑπὲρ τοῦ παντὸς γένους ἀφιερωμένοι τῷ ἐπὶ πάντων Θεῷ· οὐ βουθυσίαις καὶ αἵμασιν, οὐδὲ σπονδαῖς καὶ κνίσαις, ἀλλὰ δόγμασιν ὀρθοῖς ἀληθοῦς εὐσεβείας καὶ ψυχῆς διαθέσει κεκαθαρμένης, καὶ προσέτι τοῖς κατ' ἀρετὴν ἔργοις τε καὶ λόγοις· οἷς τὸ Θεῖον ἐξιλεούμενοι, τὴν ὑπὲρ αὐτῶν καὶ τῶν ὁμογενῶν ἀποτελοῦσιν ἱερουργίαν· καὶ ὁ μὲν ἐντελὴς καὶ πρῶτος τῆς κατὰ Χριστιανισμὸν πολιτείας τρόπος, τοιόσδε καθέστηκεν. Ὁ δὲ δεύτερος καὶ ὑποβεβηκὼς, ἀνθρωπινώτερος, καὶ τῷ πρώτῳ λίαν ἀσύγκριτος· ὃς καὶ γάμοις συγκατιέναι σώφροσι καὶ παιδοποιίαις, οἰκονομίας τε τῆς κατὰ τὸ δίκαιον ἐπιμελεῖσθαι, καὶ στρατευομένους, καὶ τὰ πρακτέα ὑποτίθεσθαι, ἀγρῶν τε καὶ ἐμπορίας, καὶ τῆς ἄλλης πολιτικωτέρας ἀγωγῆς, μετὰ τοῦ θεοσεβοῦς φροντίζειν. Οἷς καὶ ἀσκήσεων καιροὶ, μαθητείας τε καὶ τῶν θείων λογίων ἀκροάσεως ἡμέραι ἀφωρίσθησαν, καὶ δεύτερος εὐσεβείας ἀπενεμήθη βαθμὸς, κατάλληλον τῷ τοιῷδε βίῳ παρέχων τὴν ὠφέλειαν.»

---

Eusebius Scr. Eccl. et Theol., Supplementa minora ad quaestiones ad Marinum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg032.local001/.
