# Supplementa minora ad quaestiones ad Marinum 10

Eusebius, Supplementa minora ad quaestiones ad Marinum, Section 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/supplementa-minora-ad-quaestiones-ad-marinum/10

Εὐσέβιος δὲ ὁ Παμφίλου ἐν τῇ πρὸς Μαρῖνον ἐπιστολῇ οὕτως ἐξηγεῖται τὸ προτεθὲν, ὅτι διαιρέσεις χαρισμάτων εἰσὶ κατὰ τὸν Ἀπόστολον, τὸ δὲ αὐτὸ Πνεῦμα. Καὶ πάλιν· ἑκάστῳ δίδοται ἡ φανέρωσις πρὸς τὸ συμφέρον· «ᾯ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα· ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι, ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ δὲ προφητεῖαι, ἄλλῳ δὲ διακρίσεις πνευμάτων, ἑτέρῳ δὲ γένη γλωσσῶν· πάντα δὲ ταῦτα ἐνεργεῖ ἒν μὲν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.» Σαφῶς γὰρ διὰ τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ Πνεύματος, πολλὰς εἶναι παρέστησε δυνάμεις, διαφόρων πραγμάτων ἐνεργητικάς. Ὅρα τοίνυν μήπως ἐνταῦθα ἐξουσίαν τινὰ μερικὴν καὶ χάριν πνευματικὴν δέδωκεν αὐτοῖς· οὐχ ὥστε νεκροὺς ἐγείρειν, καὶ δυνάμεις ποιεῖν, ἀλλ' ὥστε ἀφιέναι ἁμαρτήματα· διάφορα γὰρ τὰ χαρίσματα τοῦ Πνεύματος. Διὸ καὶ συνάπτει λέγων, «Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς,» καὶ τὰ ἑξῆς· δεικνὺς ὅτι τοῦτο τὸ εἶδος τῶν πνευματικῶν χαρισμάτων αὐτοῖς ἐδωρήσατο. Μετὰ δὲ τὴν ἀνάληψιν αὐτὸ τὸ Πνεῦμα κατελθὸν, καὶ τῶν σημείων καὶ παντὸς ἑτέρου χαρίσματος τὰς δυνάμεις δὴ καὶ ἐνεργείας αὐτοῖς ἐχορήγησε. Διὰ τοῦτο ἐνταῦθα μὲν ἄνευ ἄρθρου εἶπε, «Λάβετε Πνεῦμα ἅγιον,» δηλῶν ὅτι μερικήν τινα τοῦ Πνεύματος ἐνέργειαν δίδωσιν αὐτοῖς· περὶ δὲ ἐκείνου φησί· «Λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς.»

---

Eusebius Scr. Eccl. et Theol., Supplementa minora ad quaestiones ad Marinum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg032.local001/.
