# Supplementa minora ad quaestiones ad Marinum 4

Eusebius, Supplementa minora ad quaestiones ad Marinum, Section 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/supplementa-minora-ad-quaestiones-ad-marinum/4

Εὐσέβιος ὁ Καισαρεὺς, ὁ Παμφίλου προσαγορευόμενος, ἐν ταῖς πρὸς Μαρῖνον ἐπὶ τοῦ Σωτηρίου πάθους καὶ τῆς ἀναστάσεως Ζητήσεσι καὶ ἐπιλύσεσι, καὶ ταῦτα προὔθηκεν εἰς ἐξέτασιν, τὸ τὸν μὲν θεῖον εὐαγγελιστὴν Μάρκον εἰπεῖν ὥραν εἶναι τρίτην καθ' ἣν ἐσταυρώθη Χριστὸς ὁ Θεὸς καὶ Σωτὴρ ἡμῶν· τὸν δὲ θεολογικώτατον Ἰωάννην κατὰ τὴν ἕκτην ὥραν γράψαι προκαθεσθῆναι τὸν Πιλάτον ἐπὶ τοῦ βήματος ἐν τῷ λιθοστρώτῳ τῷ καλουμένῳ, καὶ ἀνακρίνειν τὸν Ἰησοῦν· καί φησι γραφικὸν εἶναι τοῦτο σφάλμα, παροραθὲν παρὰ τῶν ἐξ ἀρχῆς ἀπογραψαμένων τὰ Εὐαγγέλια· τοῦ μὲν γὰρ γάμμα στοιχείου τὴν τρίτην ὥραν σημαίνοντος, τοῦ δὲ ἐπισήμου τὴν ἕκτην, καὶ πολλὴν ἐμφέρειαν ἐχόντων πρὸς ἀλλήλους τούτων τῶν χαρακτήρων, κατὰ πλάνην τὸ γάμμα στοιχεῖον τὸ τῆς τρίτης ὥρας δηλωτικὸν, κυρτωθείσης τῆς ἀποτεταμμένης εἰς μῆκος εὐθείας, εἰς τὴν τοῦ ἐπισήμου μεταχωρῆσαι σημασίαν, τοῦ τῆς ἕκτης ὥρας δηλωτικοῦ· τῶν γὰρ τριῶν εὐαγγελιστῶν, τοῦ τε Ματθαίου καὶ Μάρκου, καὶ τοῦ Λουκᾶ συμφώνως λεγόντων, ὡς ἀπὸ ἕκτης ὥρας σκότος ἐγένετο ἐφ' ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης, πρόδηλον ὡς ὁ Κύριος καὶ Θεὸς Ἰησοῦς πρὸ τῆς ἕκτης ὥρας, πρὸ τοῦ γενέσθαι τὸ σκότος, ἐσταύρωτο, δηλαδὴ κατὰ τὴν τρίτην ὥραν, ὡς ὁ Μάρκος ἱστόρησε· καὶ τοῦ Ἰωάννου τὸν ὅμοιον τρόπον τὴν ὥραν τρίτην εἶναι ἐπισημηναμένου, καὶ τῶν ἀπογραψαμένων τὸ γάμμα μεταθέντων εἰς τὸ ἐπίσημον.

---

Eusebius Scr. Eccl. et Theol., Supplementa minora ad quaestiones ad Marinum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg032.local001/.
