# Supplementa minora ad quaestiones ad Marinum 8

Eusebius, Supplementa minora ad quaestiones ad Marinum, Section 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/supplementa-minora-ad-quaestiones-ad-marinum/8

Εὐσεβίου ἐκ τῶν πρὸς Μαρῖνον. Περὶ δὲ τοῦ ἐπαπορεῖν πάλιν, πῶς παρὰ τῷ Ματθαίῳ εἰς τὴν Γαλιλαίαν ὦφθαι τὸν Κύριον τοῖς μαθηταῖς ἐν τῷ ὄρει, παρὰ δὲ τῷ Ἰωάννῃ παρὰ τὴν θάλασσαν τῆς Τιβεριάδος, ἐροῦμεν ὅτι οὐ μόνον ἅπαξ καὶ δὶς, ἀλλὰ καὶ πολλάκις ὦφθαι αὐτόν. Διὸ τετάρτην ὀπτασίαν οὐχ ἁμάρτοις τὴν παρὰ τῷ Ματθαίῳ φήσας εἶναι, ἣν οὐ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, οὐδὲ τοῖς ὀπτανομένοις, ἀλλ' ἐν τῷ ὄρει τοῖς ἕνδεκα πεποιῆσθαι ἀνέγραψεν ὁ Ματθαῖος, εἰπών· «Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὸ ὄρος, οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς· καὶ ἰδόντες αὐτὸν προσεκύνησαν.» Καὶ μετὰ τοῦτο οὐκ ἂν σφαλείης εἰπὼν ὁμοῦ κατ' αὐτὸ συνηγμένοις αὐτοῖς τοῖς ἕνδεκα μαθηταῖς ἅμα καὶ τοῖς ἑβδομήκοντα ὦφθαι αὐτόν. Ὁ δὲ Ἀπόστολος καὶ ἔτι τούτων πλείοσιν ἑωρᾶσθαι τὸν Κύριον μετὰ τὴν ἀνάστασιν ἱστορεῖ, λέγων· «Ὅτι ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφὰς, καὶ ὤφθη Κηφᾷ, ἔπειτα τοῖς δώδεκα, ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ.» Ὁρᾷς ὁσάκις καὶ ὅσοις ὤφθη μετὰ τὴν ἀνάστασιν; Οὕτω καὶ τοῖς ἐν Ἱερουσαλὴμ κρυπταζομένοις διὰ τὸν φόβον τῶν Ἰουδαίων, καὶ πρό γε πάντων ἀνδρῶν Σίμωνι τῷ Πέτρῳ, γυναικῶν δὲ ταῖς ἀμφὶ τὴν Μαγδαληνήν· ὅθεν καὶ ὁ Λουκᾶς φησι· «Δι' ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος καὶ συναυλιζόμενος αὐτοῖς, τὰ τῆς βασιλείας τοῦ Θεοῦ παρεδίδου μαθήματα.»

---

Eusebius Scr. Eccl. et Theol., Supplementa minora ad quaestiones ad Marinum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg032.local001/.
