# Supplementa minora ad quaestiones ad Marinum 9

Eusebius, Supplementa minora ad quaestiones ad Marinum, Section 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/supplementa-minora-ad-quaestiones-ad-marinum/9

Εὐσεβίου ἐκ τοῦ πρὸς Μαρῖνον. Καὶ τὸ μὲν ὑπὸ Χριστοῦ ἐμπνευσθὲν Πνεῦμα ἅγιον τοῖς ἀποστόλοις, λυτικὸν καὶ συγχωρητικὸν ἦν πάσης ἁμαρτίας· τὸ δὲ ἐπηγγελμένον τὸ βαπτισθήσεσθαι αὐτοὺς ἐν ἁγίῳ Πνεύματι, καὶ μετασχεῖν δυνάμεως ἐνεργημάτων, ἐνεργητικῆς μὲν τῶν μελλόντων δι' αὐτῶν ἀποτελεῖσθαι θαυμάτων, ἐνστατικῆς δὲ καὶ καρτερικῆς τῶν μελλόντων αὐτοῖς ἐπανίστασθαι κινδύνων. Πρὸ γὰρ ταύτης τῆς δυνάμεως κηρύττειν αὐτοὺς τοῖς ἔθνεσιν οὐκ ἐβούλετο, ἀλλ' ἐκδέχεσθαι καὶ περιμένειν αὐτὴν ἐξ ὕψους μετασχεῖν. Τοῦτο δὲ καὶ ὁ Ἀπόστολος τὸ χάρισμα ἰδίως ἀφορίζων τῶν λοιπῶν ἐνεργειῶν τοῦ ἁγίου Πνεύματος ἐδίδασκε λέγων· «Ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων.» Καὶ ἡ προφητεία φησί· «Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.» Ἧς δυνάμεως ὅτε μήπω μετεῖχον, ἠρνήσαντο αὐτὸν οἱ πάντες καὶ ἐσκανδαλίσθησαν κατὰ τὸν καιρὸν τοῦ πάθους· ὅτε δὲ μετέσχον αὐτῆς, πάντες ταῖς ὑπὲρ Χριστοῦ μαρτυρίαις τε καὶ ὁμολογίαις διέπρεψαν· ἀνακαινίζων γὰρ τὸν ἄνθρωπον ὁ Κύριος, καὶ ἣν ἀπώλεσε χάριν ἐκ τοῦ ἐμφυσήματος τοῦ Θεοῦ, ταύτην πάλιν ἀποδιδοὺς, ἐνεφύσησεν εἰς τὰ πρόσωπα τῶν μαθητῶν λέγων, «Λάβετε Πνεῦμα ἅγιον.»

---

Eusebius Scr. Eccl. et Theol., Supplementa minora ad quaestiones ad Marinum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg032.local001/.
