Ancient Greek · ~19 min
ΕΙΣ TON BION TOY MAKAPIOY ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΒΑΣΙΔΕΩΣ, Chapter TOC
Eusebius Scr. Eccl. et Theol., Vita Constantini Τοῦ τετάρτου λόγου τὰ κεφάλαια..1
Not analysed yet
α΄. Οπως δωρεαις καὶ προκοπαῖς ἀφιωμάτων ἐτίμα τοὺς πλείστους. β΄. Συγχώρησις τοῦ τετάρτου μέρους τῶν κήνσων. γ΄. Ἐξισώσεις καὶ τῶν βεβαρημένων κήνσων. δ΄. Ὅτι τοῖς ἐν χρηματικαῖς δίκαις ἡττηθεῖσιν ἀυτὸς ἐξ οἰκείων ἐχαρίζετο. ε΄. Σκυθῶν ὑποταγὴ διὰ τοῦ σημείου τοῦ σωτῆρος ἡμῶν νικηθέντων. ϛ΄. Σαυροματῶν ὑποταγὴ προφάσει τῆς τῶν δούλων ἐπαναστάσεως. ϛ΄. Βαρβάρων διαφόρων πρεσβεῖαι καἰ δωρεαὶ παρ᾿ αὐτοῦ. η΄. Ὅτι καὶ πρεσωευσαμένῳ τῷ Περσῶν βασιλεῖ περιὶ περὶ τῶν ἐκεῖ Χριστιανῶν ἔγραψεν. θ΄. Κωνσταντίνου Αύγούστου πρὸς Σαπώρην τὸν βασιλέα Περσῶν ὁμολογοῦντος εἰς θεὸν καὶ χριστὸν εὐσεβέστατα. ι΄. Ἕτι κατὰ εἰδώλων καὶ περὶ θεοῦ δοξολογίας. ια΄. Ἔτι κατὰ τυράννων καὶ διωκτῶν καὶ περὶ Οὐαλεριανοῦ τοῦ αἰχμαλωτισθέντος. ιβ΄. Ὁτι τῶν μὲν διωκτῶν εἶδεν τὰς πτώσεις, εὐθυμεῖ δὲ νῦν διὰ τὴν τῶν Χριστιανῶν εἰρήνην. ιγ΄. παρακλήσεις ὥστε τοὺς παρ᾿ αὐτῷ Χριστιανοὺς ἀγαπᾶν. ιδ΄. Ὅπως χριστιανοῖς μὲν ἦν εἰρήνη σπουδῇ τῶν κωνσταντίνου προσευχῶν. ιε΄. Ὅτι καὶ ἐν νομίσμασι καὶ ἐν εἰκόσιν ὡς εὐχόμενον ἑαυτὸν ἐχάραττεν. ιϛ΄. Ὅτι καὶ ἐν εἰδωλείοις εἰκόνας αὐτοῦ θεῖναι νόμῳ διεκώλυσεν. ιϛ΄. Ἐν παλατίῳ προσευχαὶ καὶ θείων γραφῶν ἀναγνώσεις. ιη΄. Τῆς κυριακῆς τὴν ἡμέραν καὶ παρασκευῆς νομοθεσία τιμᾶν. ιθ΄. Ὅπως καὶ τοὺς ἐθνικοὺς στρατιώτας ἐν κυριασκαῖς εὔχεσθαι προσέταξεν. κ΄. Εὐχῆς ῥήματα στρατιώταις ὑπὸ Κωνσταντίνου δοθείσης. κα΄. Ἐν τοῖς τῶν στρατιωτῶν ὅλοις σημεῖα τοῦ σταυροῦ τοῦ σωτῆρος. κβ΄. Σπουδὴ προσευχῆς καὶ τιμὴ τῆς τοῦ πάσχα ἑορτῆς. κγ΄. Ὅπως εἰδωλολατρείαν μὲν ἐκώλυσε, μάρτυρας δὲ καὶ ἑορτὰς ἐτίμα. κδ΄. Ὅτι τῶν ἔξω πραγμάτων ὥσπερ ἐπίσκοπον ἑαυτὸν εἶπεν εἶναι. κε΄. Ἕτι περὶ κωλύσεως θυσιῶν καὶ τελετῶν καὶ μονομαχιῶν καὶ τῶν τὸ πρὶν ἀκολάστων τοῦ Νείλου. κϛ΄. Νόμου τοῦ κατὰ τῶν ἀτέκνων ὄντος διόρθωσις, ἔτι δὲ καὶ τοῦ περὶ διαθηκῶν ὁμοίως διόρθωσις. χζ΄. Ὅτι Χριστιανὸν μὲν Ἰουδαίοις μὴ δουλεύειν, τῶν δὲ συνόδων βεβαίους εἶναι τοὺς ὅρους ἐνομοθέτει καὶ λοιπὰ. κη΄. Ἐκκλησίαις δωρεαὶ παρθένοις τε καὶ πένησι διαδόσεις. κθ΄. Λογογραφίαι καὶ ἐπιδείξεις ὑπὸ Κωνσταντίνου. λ΄. Ὅτι τῶν πλεονεκτῶν ἑνὶ μνημείου μέτρον ὑπέδειξε πρὸς δυσώπησιν. λα΄. Ὅτι διὰ τὴν πλείονα φιλανθρωπίαν ἐχλευάζετο. λβ΄. Περὶ συγγάμματος Κωνσταντίνου, ὃ πρὸς τὸν τῶν ἁγίων αύλλογον ἔγραψεν. λγ΄. Ὅπως τῶν Εὐσεβίου περὶ τοῦ μνήματος τοῦ σωτῆρος ἐπιδείξεων ἑστὼς ἤκουσεν. λδ΄. Ὅτι περὶ τοῦ πάσχα καὶ θείων |βιβλίων πρὸς Εὐσέβιον ἔγραψεν. λε΄. Κωνσταντίνου πρὸς Εὐσέβιον τὸν τοῦ πάσχα λόγον ἐπαινοῦντος. Λζ΄. Κωνσταντίνου πρὸς Εὐσέβιον περὶ κατασκευῆς βιβλίων θείων. Λζ΄. Ὅπως αἱ βίβλοι κατεσκευάσθησαν. Λη΄. ὅπως τὸ Γαζαίων ἐμπόριον ὁιὰ τὸν χριστιανισμὸν ἐπολίσθη καὶ Κωνστάντα προσηγορεύθη. λθ΄. Ὅτι ἐπὶ τῆς Φοινίκης ἐπολίσθη μέν τις, ἐν δὲ ταῖς ἅλλαις Πόλεσιν εἰδωλείων μὲν ην καθαίρεσις ἐκκλησιῶν δὲ κατασκευαί. Μ΄. ὅτι ἐν τριςὶ δεκαετηρίσι τρεῖς υἱοὺς βασιλέας ἀναγορεύσας, τὰ ἐγκαίνια τοῦ ἐν Ἱεροσολύμοις μαρτυρίου ἀγαγεῖν προὔθετο. Μα΄. ὅτι διὰ τὰ πατ᾿ Αἴγυπτον ζητήματα σύνοδον εἰς Τύρον ἐν τῷ Μεταξὺ γενέσθαι προςέταξεν. Μγ΄. Ἐγκαινίων τῶν ἐν Ἱερισικ; τνιθς ε΄θς τὴν ἑορτὴν ἐκ παςῶν ἐπαρχιῶν ἠσαν ἐπίσκοποι. Μδ΄. Περὶ τῆς διὰ Μαριανοῦ τοῦ νοταρίου δεξιώσεως αὐτῶν καὶ τῶν εἰς πτωχοὺς διαδόσεων ἐν συνάξεσι προσομιλίαι ποικίλαι καὶ Εὐσεβίου Τοῦ ταῦτα συγγράψαντος. Μζ΄. Ὅτι καὶ τὴν ἔκφρασιν τοῦ μαρτυρίου τοῦ σωτῆρος καὶ τριακονταετηρικὸν Εἶπεν ὕστερον ἐπ᾿ αὐτοῦ Κωνσταντίνου. μζ΄. Ὅτι ἡ μὲν ἐν Νικαίᾳ σύνοδος τῇ εἰκοσαετηρίδι, τὰ ἐγκαίνια δὲ Τὰ ἐν Ἱεροσολύμοις τῇ τριακονταετηρίδι Κωνσταντίνου γέγονεν. Μη΄. ὅπως τινὸς ἄγαν ἐπαινοῦντος οὐκ ἠνέσχετο Κωνσταντῖνος. Μθ΄. Γάμοι Κωνσταντίου υἱοῦ αὐτοῦ καίσαρος. Ν΄. Ἰνδῶν πρεσβεἱα καὶ δῶρα. να΄. Ὅπως τοῖς τριςὶν υἱοῖς Κωνσταντῖνος διελὼν τὴν ἀρχήν, τὰ Βασιλικὰ μετ᾿ εὐσεβείας διηγεῖτο. Νβ΄. ὅπως καὶ ἀνδρωθέντας αὐτοὺς εἰς εὐσέβειαν ἤγαγεν. Νγ΄. Ὅτι ἀμφὶ τὰ τρακονταδύο ἔτη βασιλεύσας καὶ ὑπὲρ τὰ ἑξήκοντα Ζήσας σῶον εἶχε τὸ σῶμα. νδ΄. Περὶ τῶν τῆ ἄγαν αὐτοῦ φιλανθρωπίᾳ συγκεχρημένων εἰς ἀπληστίαν καὶ ὑποκρίσεις. Νε΄. Ὅπως μέχρι τελευτῆς ἐλογογράφει Κωνσταντινος. Νζ΄. Ὅπως ἐπὶ Πέρσας στρατεύων συμπαρέλαβεν ἐπισκόπους καὶ σκηνὴν ὡς σχῆμα τῆς ἐκκληςίας. νζ΄. Ὅπως Περςῶν πρεσβείας δεξάμενος, ἐν τῇ τοῦ πάσχα ἑορτῇ Συνδιενυκτέρευσε τοῖς ἄλλοις. νη΄. Περὶ οἰκοδομῆς τοῦ ἐπικαλουμένου τῶν ἀποστόλων ἐν Κωνσταντινουπόλει Μαρτυρίου. νθ΄. Ἔκφρασις ἔτι τοῦ αὐτοῦ μαρτυρίου. ξ΄. Ὅτι ἐν τούτῳ καὶ μνημεῖον εἰς ταφὴν ἑαυτῷ προςῳκοδόμησεν. ξα΄. Ἀνωμαλία σώματος ἐν Ἑλενοπόλει καὶ προσευχαὶ περὶ βαπτίσματος. ξβ΄. Κωνσταντίνου πρὸς ἐπισκόπους περὶ μεταδόσεως τοῦ λουτροῦ παράκλησις. ξγ΄. Τὸ λουτρὸν λαβὼν ὅπως ἀνύμνει τὸν θεόν. ξδ΄. Κωνσταντίνου τελλευτὴ ἐν τῇ τῆς πεντηκοστῆς ἑορτῇ μεσημβρίας. ξε΄. Στρατιωτῶν καὶ ταξιαρχῶν ὀδυρμοί ξζ΄. Μετακομιδὴ τοῦ σκήνους ἀπὸ Νικομηδείας ἐν Κωνσταντινουπόλει ἐν παλατίῳ. ξζ΄. Ὅπως καὶ μετὰ θάνατον ὑπὸ κομήτων καὶ λοιπῶν καθὼς καὶ ἐν τῷ ζῆν ἐτιμᾶτο. ξη΄. Ὅπως αὐγούστους εἶναι λοιπὸν τοὺς υἱοὺς αὐτοῦ τὸ στρατόπεδον ἔκρινεν. ξθ΄. ῾Ρώμης ἐπὶ Κωνσταντίνῳ πένθος καὶ διὰ τῶν εἰκόνων τιμὴ μετὰ Θάνατον. Ο΄. Κατάθεσις τοῦ σκηνώματος ὑπὸ Κωνσταντίου παιδὸς ἐν Κωνσταντινουπόλει. οα΄. Σύναξις ἐν τῷ καλουμένῳ μαρτυρίῳ τῶν ἀποστόλων ἐπὶ τῇ Κωνσταντίνου τελευτῇ. Οβ΄. Περὶ φοίνικος ὀρνέου. Ογ΄. Ὅπως ἐν νομίσμενσιν ὡς εἰς οὐρανὸν ἀνιόντα Κωνσταντῖνον οδ΄. Ὅτι τιμηθεὶς ὑπ᾿ αὐτοῦ θεὸς δικαίως αὐτὸν ἀντετίμησεν. Οε΄. Ὅτι τῶν προγενομένων ῾Ρωμαίων βασιλέων εὐεβέστερος Κωνσταντῖνος. Τοῦ τετάρτου λόγου τὰ κεφάλαια.