Ancient Greek · ~4 min
ΕΙΣ TON BION TOY MAKAPIOY ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΒΑΣΙΔΕΩΣ, Chapter 16
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 16.1
Not analysed yet
Μόνῳ δ’ἄρα Κωνσταντίῳ σοφία τις εὐσεβοῦς ὑπεισῄει λογισμοῦ, καὶ πρᾶγμα πράττει παράδοξον μὲν ἀκοῦσαι πρᾶξαι δὲ θαυμασιώτατον, τοῖς γὰρ ὑπ’ αὐτὸν βασιλικοῖς ἅπασιν ἐξ αὐτῶν οἰκείων μέχρι καὶ τῶν ἐπ’ἐξουσίας ἀρχόντων αἱρέσεως προταθείσης, σύθημα δίδωσιν ἤ θύσασι τοῖς δαίμοσι ἐξεῖναι παρ’ αὐτῷ μένειν καὶ τῶνσυνήθων μεταλαγχάνειν τιμῶν, ἤ μὴ τοῦτο πράξασιν τῶν πρὸς ἑαυτὸν ἀποκεκλεῖσθαι παρόδων ἐξωθεῖσθαί τε καὶ ἀποχωρεῖν ἀμφότερα, οἱ μὲν ὡς τούσδε οἱ δ’ ὡς ἐκείνους μεριζόμενοι, ἠλέγχετό τε ὁ τῆς ἑκάστου προαιρέσεως τρόπος, ἐνταῦθα λοιπὸν ὁ θαυμάσιος τὸ λεληθὸς τοῦ σοφίσματος ἀνακαλύψας τῶν μὲν δειλίαν καὶ φιλαυτίαν κατεγίνωσκε, τοὺς δὲ τῆς πρὸς τὸν θεὸν συνειδήσεως εὖ μάλα ἁπεδέχετο. κἄπειτα τοὺς μὲν ὡσὰν θεοῦ προδότας μηδὲ βασιλέως εἶναι άξίους ἀπέφαινε. πῶς γὰρ ἄν ποτε βασιλεῖ πίστιν πίστιν τοὺς περὶ τὸ κρεῖττον ἁλόντας ἀγνώμονας; διὸ καὶ βασιλικῶν οἴκων μακρὰν ἐλαύνεσθαι δεῖν τούτους ἐνομοθέτει, τοὺς δὲ πρὸς τῆς ἀληθείας μαρτυρηθέντας θεοῦ ἀξίους ὁμοίους καὶ περὶ βασιλέα εἰπὼν ἔσεσθαι, σωματοφύλακας καὶ αὐτῆς βασιλείας φρουροὺς κατέταττεν, ἐν πρώτοις καὶ ἀναγκαίοις φίλων τε καὶ οἰκείων χρῆναι φήσας τοὺς τοιούτους περιέπειν καὶ μᾶλλον αὐτοὺς ἢ μεγάλων θησαυρῶν περὶ πολλοῦ τιμᾶσθα.