Ancient Greek · ~3 min
Book 2, Chapter 12
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 2.12.1
Not analysed yet
Ἀλλ’ ὁ μὲν τοιούτοις ἐμπλέκων ἑαυτὸν κατὰ βαράθρων ἀπωλείας ὤθει, βασιλεὺς δὲ ἐπεὶ ἑώρα δευτέρας αὐτῷ δεῖσθαι πολέμου παρατάξεως, τῷ αὐτοῦ σωτῆρι τὴν σχολὴν ἀνετίθει, τοῦ μὲν στρατοῦ τὴν σκηνὴν ἐκτὸς καὶ πορρωτάτω πηξάμενος, ἁγνῇ δ’ ἐνταυθοῖ χρώμενος καὶ καθαρᾷ διαίτῃ τῷ τε θεῷ θεῷ τὰς εὐχὰς ἀποδιδούς, κατ’ αὐτὸν ἐκεῖνον τὸν παλαιὸν τοῦ θεοῦ προφήτην, ὅν τῆς παρεμβολῆς ἐκτὸς πήξασθαι τὴν σκηνὴν τὰ θεῖα παιστοῦνται λόγια. προσεκαρτέρουν δ’ αὐτῷ βραχεῖς οἱ πίστει καὶ θεοσεβείας εὐνοίᾳ παρ’ αὐτῷ δεδοκιμασμένοι. τοῦτο δ’ αὐτῷ σύνηθες ἦς πράττειν, καὶ εἴποτε ἄλλοτε παρατάξει πολέμων ὡρμᾶτο συμβαλεῖν. βραδὺς μὲν γὰρ ἦν δι’ ἀσφάλειαν, θεοῦ δὲ βουλῇ πάντα πράττειν ἠξίου.