Ancient Greek
Book 2, Chapter 16
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 2.16.1
Not analysed yet
Εἲτα ἔργῳ μαθὼν ὁπόση τις ἦν θεικὴ καὶ ἀπόρρητος ἐν τῷ σωτηρίῳ τροπαίῳ δύναμις, δι' ἦς ὁ Κωνοταντίνου κρατεῖν ἔμαθε στρατός, τοῖς ἀμφ' αὐτὸν ὁπλίταις παρῄνει μηδαμῶς ἐξ ἐναντίας ἰέναι τούτῳ μηδ’ ὡς ἔτυχεν ἀπεριβλέπτως όρᾶν επ' αὐτῷ· δενὸν γὰρ εἶναι ἰσχύι αὐτῷ τε ἐχθρὸν καὶ πολέμιον, διὸ χρῆναι φυλάττεσθαι τὴν πρὸς αὐτὸ συμβολήν. καὶ δὴ ταῦτα συνταξάμενος, τῷ διὰ φιλανθρωπίαν ὀκνοῦντι καὶ τὸν κατ' αὐτοῦ θάνατον ἀναβαλλομένῳ μἐνω̣ μάχῃ συμβαλεῖν ὡρμᾶτο. οἵδε μὲν οὖν πολυπληθείᾳ θεῶν θαρροῦντες σὺν πολλῇ δυνάμει χειρὸς στρατιωτικῆς ἐπῄεσαν, νεκρῶν εἴδωλα καμόντων ἐν ἀφύχοις ἀγάλμασι προβεβλημένοι· ὁ δ’ εὐσεβείας θώρακι περιπεφραγμένος, τὸ σωτήριον καὶ ζωοποιὸν σημεῖον ὥσπερ τι φόβητρον καὶ κακῶν ἀμυντήριον τῷ πλήθει τῶν ἐναντίων παρέταττεν. καὶ τέως μὲν ἐπεῖχε φειδοῖ χρώμενος τὰ πρῶτα, ὡς ἂν μὴ πρότερος κατάρχοι τοῦ πολἐμου ὡν πεποίητο συνθηκῶν εἵνεκα,