Ancient Greek
Book 2, Chapter 24
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 2.24.1
Not analysed yet
Ἐπιστολὴ Κωοταντίνου Κωνσταντίου Ῥωμαίων αὐτοκράτορος, τὸ πρῶτον καταπεμφθὲν τοῖς ἐπὶ γῆς ἑῴσς γράμμα μετὰ τὴν κατὰ τῶν τυράννων νίκην. „Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς ἐπαρχιώταις Παλαιστίνης. Ἡν μὲν ἀνωθέν τε καὶ πάλαι παρὰ τοῖς ὀρθῶς καὶ σωφρόνως περὶ τοῦ κρείττονος δοξάζουσιν ἔκδηλος ἡ διαφορὰ καὶ πᾶσαν ἀνείργουσα πόρρωθεν ἀμφιβολίαν, ὅσῳ τῷ μέσῳ διήλλαττεν ἡ περὶ τῆς τοῦ χριστιανισμοῦ σεβασμιωτάτης θεραπείας ἀκριβὴς παρατήρησις παρὰ τοὺς πρὸς αὐτὴν ἐκπεπολεμωμένους τε καὶ καταφρονητικῶς ἔχειν ἐθέλοντας.