Ancient Greek · ~3 min
Book 2, Chapter 25
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 2.25.1
Not analysed yet
„Εἰ γοῦν τις εἰς τοὺς ἄνωθεν εἰς δεῦρο παρατείναντας χρόνους ἀναδράμοι τῷ νῷ καὶ τὰς πώποτε γενομένας πράξεις κατίδοι τῷ λογισμῷ, πάντας ἂν εὕροι τοὺς μὲν ὅσοι δικαίαν καὶ ἀγαθὴν προκατεβάλοντο τῶν πραγμάτων κρηπῖδα εἰς ἀγαθὸν καὶ προαγαγόντας τὰς ἐγχειρήσεις πέρας, καὶ οἷον ἀπὸ ῥίζης τινὸς ἡδείας κοιμσαμάνους καὶ τὸν καρπὸν γλυκύν, τοὺς δὲ ἀδίκοις ἐπιχειρήσαντας τόλμαις καὶ ἢ πρὸς τὸ κρεῖττον ἀνοήτως ἐκμανέντας ἢ πρὸς τὸ ἀνθρώπινον γένος λογισμὸν ὅσιον οὐδένα λαβόντας, ἀλλὰ φυγὰς ἀτιμίας δημεύσεις σφαγὰς τοιαῦτα πολλὰ τολμήσαντας, καὶ οὕτε μεταμεληθέντας ποτὲ οὔτε τὸν νοῦν ἐπιστρέψαντας πρὸς τὰ καλλίω, ἵσων καὶ τῶν ἀμοιβαίων τυχόντας. καὶ ταῦτά γε οὐκ ἂν ἀπεικότως οὐδ’ ἂν ἀπὸ λόγου συμβαίνοι. “