Ancient Greek · ~3 min
Book 2, Chapter 34
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 2.34.1
Not analysed yet
Καὶ μὴν καὶ ὅσοι τῆς εὐγενείας πρὸς βίαν στερόμενοι τοιουτότροπόν τινα γνῶσιν δικαστῶν ὑπέστησαν, ὥστε ἢ γυναικείοις ἤ λινοϋφίοις ἐμβληθέντες ἀήθη καὶ ἄθλιον ὑπομένειν πόνον ἢ οἰκέται νομίζεσθαι τοῦ ταμιείου, οὐδὲν αὐτοῖς τῆς προτέρας ἐπαρκε- σάσης γενέσεως, οὑτοι τιμῶν τε ὡν ἀπέλαυον πρόσθεν καὶ τοῖς τῆς ἐλευθερίας καλοῖς ἐνευφραινόμενοι, ἀνακαλεσάμενοι τὰς συνήθεις ἀξίας, μετὰ πάσης λοιπὸν εὐφροσύνης βιούντων. καὶ ὀ δουλείαν γε μὴν ἐλευθερίας ἀλλαξάμενος ἀθεμίτῳ τινὶ καὶ ἀπανθρώπῳ δήπου ἀπονοίᾳ, πολλάκις τε τὰς ἀήθεις διακονίας ἀποδυράμενος, καὶ οἶον αἰφνίδιον οἰκέτην ἑαυτὸν ἀντ' ἐλευθέρου γνούς, ἐλευθερίας τῆς πρόσθεν καθ’ ἡμέτερον λαβόμενος πρόσταγμα, ἀποδότω τε τοῖς λεννήτορσιν ἑαυτὸν καὶ πόνους τοὺς ἐλευθέρῳ πρέποντας μετίτω, ἃς προεμόχθησεν οὐκ οἰκείας διακονίας ἐκβαλὼν τῆς μνήμης. “