# Vita Constantini 2.35.1

Eusebius, Vita Constantini, Book 2, Chapter 35. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/vita-constantini/2.35.1

Παρεατέον δὲ οὐδὲ τὸ τῶν οὐσιῶν, ὡν ἕκαστοι κατὰ διαφόρους ἐστερήθησαν προφάσεις. ἀλλ' εἴτέ τινες τὸν ἄριστόν τε καὶ θεῖον ὑποστάντες ἀγῶνα τοῦ μαρτυρίου ἀφόβῳ τε καὶ θαρραλέᾳ γνώμῃ τῶν ὄντων ἐστερήθησαν, εἴτέ τινες ὁμολογηταὶ καταστάντες τὴν αἰώνιον ἐλπίδα παρεοκεύασαν ἑαυτοῖς, ὅσοι τε μετοικῆσαι καταναγκασθέντες, ὅτι μὴ τοῖς διώξασιν εἶξαν παριδόντες τὴν πίστιν, τῶν ὄντων ἐστέροντο καὶ αὐτοί, ἢ εἴ γέ τινες οὐδὲ καταγνωσθέντες θάνατον στέρησιν ἐδυστύχησαν τῶν ὄντων, τούτων τοῖς πρὸς γένους προσνέμεσθαι τοὺς κλήρους προστάττομεν. πάντως δὲ διαγορευόντων τῶν νόμων τῶν ἀγχιστέων τοὺς ἐγγυτέρω, ῥᾀδιον διαγινώσκειν οἶς προσήκουσιν οἱ κλῆροι, καὶ ὅτι οὑτοι κατὰ λόγον ἐπὶ τὴν διαόοχὴν ἔλθοιεν ἄν,. οἵπερ ἠσαν οἰκειότεροι καὶ αὐτομάτῳ χρησαμένων ἐκείνων τῷ τέλει.

---

Eusebius, Vita Constantini, ed. Ivar A. Heikel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg020.local001/.
