Ancient Greek · ~2 min
Book 2, Chapter 40
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 2.40.1
Not analysed yet
Καὶ μὴν καὶ τοὺς τόπους αὐτούς, οἳ τοῖς σώμασι τῶν μαρτύρων τετίμηνται καὶ τῆς ἀναχωρήσεως τῆς ἐνδόξου ὑπομνήματα καθεστᾶσιν, τίς ἂν ἀμφιβάλοι μὴ οὐχὶ ταῖς ἐκκλησίαις προσήκειν, ἢ οὐχὶ καὶ προστάξειεν ἄν; ἡνίκα μήτε δῶρον ἄμεινον μήτε κάματος χαριέστερος καὶ πολλὴν ἔχων τὴν ὠφέλειαν ἕτερος ἂν γένοιτο, ἢ τοῦ θείου προτρέποντος νεύματος τὴν περὶ τῶν τοιούτων ποιεῖσθαι σπουδήν, καὶ ἃ μετὰ πονηρῶν ἐξῃρέθη προφάσεων τῶν ἀδίκων καὶ μοχθηροτάτων ἀνδρῶν, ἀποκατασταθέντα δικαίως ταῖς εὐαγέσιν αὖθις ἐκκλησίαις ἀποσωθῆναι. “