Ancient Greek · ~3 min
Book 2, Chapter 56
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 2.56
Not analysed yet
„Εἰρηνεύεσθαίι σου τὸν λαὸν καὶ ἀστασίαστον μένειν ἐπῖθυμῶ ὑπὲρ τοῦ κοινοῦ τῆς οίκουμένης καὶ τοῦ πάντων ἀνθρώπων χρησίμου. ὁμοίαν τοὶς πιστεύουσιν οἱ πλανώμενοι χαίροντες λαμβανέτωσαν εἰρήνης τε καὶ ἡσυχίας ἀπόλαυσιν. αὓτη γὰρ ἡ τῆς κοινωνίας γλυκώτης κἀκείνους ἐπανορθώσασθαι καὶ πρὸς τὴν εύθεῖαν ἀγαγεῖν ὁδὸν ἰσχύσει. μηδεὶς τὸν ἕτερον παρενοχλείτω· ἕκαστος ὅπερ ἡ ψυχὴ βούλεται κατεχέτω, τούτῳ κατακεχρήσθω. τοὺς δ’ εὖ φρονοῦντας πεπεῖσθαι χρή, ὡς οὗτοι μόνοι ἁγίως καὶ καθαρῶς βιώσονται, οὗς αὐτὸς καλεῖς ἐπαναπαύεσθαι τοῖς σοῖς ἁγίοις νόμοις. οἱ δ’ ἑαυτοὺς ἀφέλκοντες ἐχόντων βουλόμενοι τὰ τῆς ψευδολογίας τεμένη· ἡμεῖς ἔχομεν τὸν φαιδρότατον τῆς σῆς ἀληθείας οἶκον. ὅπερ κατὰ φύσιν δέδωκας, τοῦτο κἀκείνοις εὐχόμεθα, ἵνα δηλαδὴ διὰ τῆς κοινῆς ὁμονοίας καὶ αὐτοὶς τὴν θυμηδίαν ἀναφέρωνται. “