Ancient Greek · ~2 min
Book 2, Chapter 69
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 2.69.2
Not analysed yet
οὐκοῦν ἑκάτερος ὑμῶν, ἐξ ἴσου τὴν συγγνώμην παρασχών, ὅπερ ἂν ὑμῖν ὁ συνθεράπων ὑμῶν δικαίως παραινῇ δεξάσθω. τί δὲ τοῦτό ἐστιν; οὔτε ἐρωτᾶν ὑπὲρ τῶν τοιούτων δὲ ἀρχῆς προσῆκον ἦν, οὔτε ἐρωτώμενον ἀποκρίνε- σθαι τὰς γὰρ τοιαύτας ζητήσεις, ὁπόσας μὴ νόμου τινὸς ἀνάγκη προστάττει ἀλλ᾿ ἀνωφελοῦς ἀργίας ἐρεσχελία προτίθησιν εἰ καὶ φιλοσοφικῆς τινος γυμναςίας ἕνεκα γίγνοιτο, ὅμως ὀφείλομεν εἴσω τῆς διανοίας ἐγκλείειν καὶ μὴ προχείρως εἰς δημοςίας συνόδους ἐκφέρειν, μηδὲ ταῖς τῶν δήμων ἀκοαῖς ἀπρονοήτως πιστεύειν.