Ancient Greek · ~2 min
Book 3, Chapter 13
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 3.13.1
Not analysed yet
Ὁ μὲν δὴ ταῦτα εἰπὼν Ῥωμαίᾳ γλώττῃ, ὑφερμηνεύοντος ἐτέρου, παρεδίδου τὸν λόγον τοῖςπ τῆς συνόδου προέδροις. ἐντεῦθεν δ' οἱ μὲν ἀρξάμενοι κατῃτιῶντο τοὺς πέλας, οἱ δ' ἀπελογοῦντό τε καὶ ἀντεμέμφοντο. πλείστων δῆτα ὑφ' ἑκατέρου τάγματος προτεινομένων πολλῆς τ' ἀμφιλογίας τὰ πρῶτα συνισταμένης, ἀνεξικάκως ἐπηκροᾶτο βασιλεὺς τῶν πάντων σχολῇ τε εὐτόνῳ τὰς προτάσεις ὑπεδέχετο, ἐν μέρει τ' ἀντιλαμβανόμενος τῶν παρ' ἑκατέρου τάγματος λεγομένων,ἠρέμα συνήγαγε τοὺς φιλονείκως ἐνισταμένους