Ancient Greek · ~2 min
Book 3, Chapter 16
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 3.16.1
Not analysed yet
Ἐπεὶ δὲ λαμπρῶς τὰ τῆς εὐωχίας προύχώρει, ἔτι καὶ τοῦτο βασιλεὺς δεξιούμενος τοὺς παρόντας προσετίθει, μεγαλοψύχως ἕκαστον κατὰ τὴν πρέπουσαν ἀξίαν τοῖς παρ' αὐτοῦ τιμῶν ξενίοις. τῆς δὲ συνόδου ταύτης καὶ τοῖς μὴ παροπῦσι τὴν μνήμην δι' οἰκείου παρεδι΄δου γράμματος, ὃ δὴ καὶ αὐτὸ ὥσπερ ἐν στήλῃ τῇδε τῇ περὶ αὐτοῦ συνάψω διηγήσει, τοῦτον ἔχον τὸν τρόπον. Ἐπιστολὴβασιλέωςπ περὶ τῆς σωτηρίου ἑορτῆς, ἣν ἔγραψε ταῖς ἐκκλησίαις μετὰ τὴν ἐν Νικαίᾳ συγκροτηθεῖσαν σύνοδον.