Ancient Greek · ~2 min
Book 3, Chapter 24
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 3.24
Not analysed yet
Καὶ ἄλα δὲ τούτοις ἔγραφεν ἀδεφὰ μυρία πλείστας θ’ ὅσας ἐπιστολὰς διετύπου, ἐν μέρει μὲν ἐπισκόποις ὑπὲρ τῶν ἐκκλησιῶν τοῦ θεοῦ τὰ πρόσφορα διαταττόμενος, ἤδη δὲ καὶ αὐτοῖς προσεφώνει τοὺς πλήθεσιν, ἀδελφοὺς ἀποκαλῶν καὶ συνθεράποντας ἑαυτοῦ τοὺς τῆς ἐκκλησίας λαοὺς ὁ τρισμακάριος. σχολῆς δ’ἄν δέοιτο ταῦτα ἐπ’ οἰκείας ὑποθέσεως συναγαγεῖν, ὡς ἄν μὴ τὸ σῶμα τῆς παρούσης ἡμῖν διακόπτιτο ἱστορίας.