Ancient Greek · ~2 min
Book 3, Chapter 27
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 3.27.1
Not analysed yet
Οὐ μὴν ἐν τούτοις τὰ τῆς σπουδῆς ἵστατο, ἀλλὰ πάλιν βασιλεὺς αἴρεσθαι καὶ πορρωτάτω τῆς χώρας ἀπορρίαπτεσθαι τῶν καθαιρουμένων τὴν ἐν λίθοις καὶ ξύλοις ὕλην προστάττει. ἔργον δὲ καὶ τῷδε παρηκολούθει τῷ λόγῳ. ἀλλ᾿ οὐδ᾿ ἐπὶ τοῦτο μόνον προελθεῖν ἀπήρκει, πάλιν δ᾿ ἐπιθειάσας βασιλεὺς τοὔδαφος αὐτό, τολὺ τοῦ χώρου βάθος ἀνορύξαντας, αὐτῷ χοὶ πόρρω που καὶ ἐξωτάτω λύθροις ἅτε δαιμονκοῖς ἐρρυπωμένον ἐκφορεῖσθαι παρακελεύεται.