Ancient Greek
3.3 to 3.4
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 3.3-4
Not analysed yet
θεὸς δ’ἄρα, θεὸς ὁ κοινὸς τῶν ὄλων σωτήσ, μείζονα ἤ κατὰ θνητοὺς λογισμοὺς τοῖς εὐσεβείας ἐρασταῖς ἀγαθὰ παρ’ἑαυτῷ ταμιευσάμενος, τὰ πραωτόλεια τῶν ἐρασταῖς ἐπάθλων ἀνθένδε προαρραβωνίζεται, θνητοῖς ὀφθαλμοῖς ἁμωσγέπως τὰς ἀθανάτους πιστούμενος ἐλπίδας. παλαιοὶ ταῦτα χρησμοὶ προφητῶν γραφῇ παραδοθέντες θεσπίζουσι, ταῦτα βίοι θεοφιλῶν ἀνδρῶν παντοίας ἀρεταῖς πρόπαλαι διαλαμψάντων τοῖς ὀφιγόνοις μηνμονευόμενοι μαρτύρονται, ταῦτα καὶ ὁ καθ’ ἡμᾶς ἀληθῆ ὄντα διήλεγξε χρόποτε τῆς Ῥωμαίων ἀρχὴς καθηγησαμένων γεγονὼς φίλος ἐναργὲς ἅπασιν ἀθρώποις παρόδειγμα θεοσεβοῦς κατέστη βίου.