Ancient Greek · ~1 min
Book 3, Chapter 33
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 3.33.1
Not analysed yet
Ταῦτα μὲν ἔγραφε βασιλεύς. ἅμα δὲ λόγῳ δι’ ἔργων ἐχώρει τὰ προστεταγμένα, καὶ δὴ κατ’ αὐτὸ τὸ σωτήριον μαρτύριον ἡ νέα κατεσκευάζετο Ἱερουσαλήμ, ἀντιπρόσωπος τῇ πάλαι βοωμένῃ ἣ μετὰ τὴν κυριοκτόνον μιαιφονίαν ἐρημίας ἐπ’ ἔσχατα περιτραπεῖσα δίκην ἔτισε δυσσεβῶν οἰκητόρων.