Ancient Greek · ~2 min
Book 3, Chapter 4
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 3.4.1
Not analysed yet
Ταῦτα μὲν οὖν αὐτῷ καταθυμίως συνετελεῖτο, τὰ δέ γε τῆς τοῦ φθόνου βασκανίας δεινῶς τὰς κατὰ τὴν Ἀλεξάνδρειαν ἀκκλησίας τοῦ θεοῦ ἐκταράττοντα καὶ τὸ Θηβαίων τε καὶ Αἰγυπτίων σχισ- ματικὸν κακὸν οὐ σμικρῶς αὐτὸν ἐκίνει, προσρηγνυμένων καθ’ ἑκά- στην πόλιν ἐπισκόπων ἐπισκόποις, δήμων τε δήμοις ἐπανισταμένων καὶ μόνον οὐχὶ συμπληγάσι κατακοπτόντων ἀλλήλους, ὥστ’ ἤδη φρε- νῶν ἐκστάσει τοὺς ἀπεγνωσμένους ἀνοσίοις ἐγχειρεῖν καὶ ταῖς βασι- λέως τολμᾶν ἐνυβρίζειν εἰκόσιν, οὐ μὴν ὥστ’ εἰς ἰργὴν ἐγείρειν τὸν βασιλέα μᾶλλον ἤ πρὸς πόνον ψυχῆς, ὑπεραλγοῦντα τῆς τῶν φρενο- βλαβῶν ἀπονοίας.