Ancient Greek · ~2 min
Book 3, Chapter 42
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 3.42.1
Not analysed yet
Ἐπειδὴ γὰρ αὕτη τῷ παμβασιλεῖ θεῷ τὸ τῆς εὐσεβοῦς διαθέσεως ἀποδοῦναι χρέος ἔργον ἐποιήσατο, ἐφ’ υἱῷ τε βασιλεῖ τοσούτῳ παισί τε αὐτοῦ καίσαρσι θεοφιλετάτοις ἑαυτῆς ἐκγόνοις τὰ χαριστστήρια δεῖν ᾤετο δι’ εὐχῶν ἀποπληρῶσαι, ἧκεν δὴ σπεύδουσα νεανικῶς ἡ πρέσβυς, ὑπερβαλλούσῃ φρονήσει τὴν ἀξιάγαστον ἀνιστορήσουσα γῆν ἔθην τε τὰ ἑῷα καὶ δήμους ὁμοῦ καὶ λαοὺς βασιλικῇ προμηθείᾳ ἐποψομένη. ὡς δὲ τοῖς βήμασι τοῖς σωτηρίοις τὴν πρέπουσαν ἀπεδίδου προσκύνησιν, ἀκολούθως προφητικῷ λόγῳ, φάντι „προσκυνήσωμεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ“, τῆς οἰκείας εὐσεβείας καρπὸν καὶ τοῖς μετέπειτα παραχρῆμα κατελίμπανεν.