Ancient Greek · ~2 min
Book 3, Chapter 53
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 3.53.3
Not analysed yet
οὐ γὰρ ἀγνοεῖτε ἐκεῖ πρῶτον τὸν τῶν ὅλων δεσπότην θεὸν καὶ ὦφθαι τῷ Ἀβραὰμ καὶ διειλέχθαι. ἐκεῖ μὲν οὖν πρῶτον ἡ τοῦ ἁγίου νόμου θρησκεία τὴν καταρχὴν εἴληφεν, ἐκεῖ πρῶτον ὁ σωτὴρ αὐτὸς μετὰ τῶν δύο ἀγγέλων τὴν ἑαυτοῦ ἐπιφάνειαν τῷ Ἀβραὰμ ἐπεδαψιλεύσατο, ἐκεῖ τοῖς ἀνθρώποις ὁ θεὸς ἤρξατο φαίνεσθαι, ἐκεῖ τῷ Ἀβραὰμ περὶ τοῦ μέλλοντος αὐτῷ σπέρματος προηγόρευσεν καὶ παραχρῆμά γε τὴν ἐπαγγελίαν ἐπλήρωσεν, ἐκεῖ πλείστων ὅσων ἐθνῶν ἔσεσθαι αὐτὸν πατέρα προεκήρυξεν.