Ancient Greek
Book 3, Chapter 59
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 3.59.3
Not analysed yet
πάλιν ἡ βασιλέως ἀνεξικακία δίκην σητῆρος καὶ ψυχῶν ἰατροῦ τὰς διὰ λόγων θεραπείας προσῆγε τοῖς νενοσηκόσιν. (COd. V ξά). Διεπρεσβεύετο δῆτα τοῖς λαοῖς ἡμερωτάτως, τῶν παρ' αὐτῷ δοκίμων καὶ τῇ τῶν κομήτων ἀξίᾳ τετιμημένων ἀνδρῶν τὸν πιστότατον ἐκπέμψας, φρονεῖν τε τὰ πρὸς εἰρήνην ἐπαλλήλοις παρῄνει γράμμασιν, ἐδίδασκέ τε πράττειν θεοσεβείᾳ πρεπόντως, ἔπειθέ τε καὶ ἀπελογεῖτο δι' ὧν πρὸς αὐτοὺς ἔγραφεν, ὡς τοῦ τῆς στάσεως αἰτίου διακηκοὼς αὐτὸς εἴη.